← プルタルコス

リュクルゴス伝

§25.1-25.5

談話所での交わりと祖国への完全な献身

三十歳未満の広場立ち入りの制限や年長者たちの談話所での交わり、笑いを交えた道徳的修養と、市民を完全に祖国へ捧げさせたリュクルゴスの精神が、スパルタ人たちの機知に富んだ幾つかの逸話を通して語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§25.1

οἱ μέν γε νεώτεροι τριάκοντα ἐτῶν τὸ παράπαν οὐ κατέβαινον εἰς ἀγοράν, ἀλλὰ διὰ τῶν συγγενῶν καὶ τῶν ἐραστῶν ἐποιοῦντο τὰς ἀναγκαίας οἰκονομίας. τοῖς δὲ πρεσβυτέροις αἰσχρὸν ἦν συνεχῶς ὁρᾶσθαι περὶ ταῦτα διατρίβουσιν, ἀλλὰ μὴ τὸ πλεῖστον τῆς ἡμέρας περὶ τὰ γυμνάσια καὶ τὰς καλουμένας λέσχας ἀναστρέφεσθαι.1 καὶ γάρ εἰς ταύτας συνιόντες ἐπιεικῶς ἐσχόλαζον μετʼ ἀλλήλων, οὐδενὸς μεμνημένοι τῶν πρὸς χρηματισμὸν ἢ χρείαν ἀγοραῖον συντελούντων·

実に三十歳未満の若者たちは広場へはまったく降りて行かず、親族や愛人を通じて必要な家計の処理を行っていた。一方、年長者たちにとっては、そうした用件にかまけて絶えず姿を見られていること、そして一日の大半を体育場やいわゆる談話所で過ごさないことは恥ずべきことであった。実際、彼らはそうした場所に集まって互いに心穏やかに時を過ごし、金儲けや広場での日用実利に役立つ事柄には何ひとつ触れなかった。

§25.2

ἀλλὰ τὸ πλεῖστον ἦν τῆς τοιαύτης διατριβῆς ἔργον ἐπαινεῖν τι τῶν καλῶν, ἢ τῶν αἰσχρῶν ψέγειν, μετὰ παιδιᾶς καὶ γέλωτος, ἐλαφρῶς ὑποφέροντος εἰς νουθεσίαν καὶ διόρθωσιν. οὐδὲ γὰρ αὐτὸς ἦν ἀκράτως αὐστηρὸς ὁ Λυκοῦργος· ἀλλὰ καὶ τὸ τοῦ Γέλωτος ἀγαλμάτιον ἐκεῖνον ἱδρύσασθαι Σωσίβιος ἱστορεῖ, τὴν παιδιὰν ὥσπερ ἥδυσμα τοῦ πόνου καὶ τῆς διαίτης ἐμβαλόντα κατὰ καιρὸν εἰς τὰ συμπόσια καὶ τὰς τοιαύτας διατριβάς.

むしろ、そうした交わりの大部分の仕事は、戒めや矯正へと軽やかに導く冗談や笑いを交えつつ、美わしい事柄を称賛するか、恥ずべき事柄を非難することであった。というのも、リュクルゴス自身も純粋に厳格一辺倒であったわけではなく、ソシビオスが伝えるところによれば、笑いの小神像を建立し、労苦や日々の生活の香辛料のようなものとして、祝宴やこうした集いに時宜を得て冗談を導入したのである。

§25.3

τὸ δὲ ὅλον εἴθιζε τοὺς πολίτας μὴ βούλεσθαι μηδὲ ἐπίστασθαι κατʼ ἰδίαν ζῆν, ἀλλʼ ὥσπερ τὰς μελίττας τῷ κοινῷ συμφυεῖς ὄντας ἀεὶ καὶ μετʼ ἀλλήλων εἱλουμένους περὶ τὸν ἄρχοντα, μικροῦ δεῖν2 ἐξεστῶτας ἑαυτῶν ὑπʼ ἐνθουσιασμοῦ καὶ φιλοτιμίας, ὅλους εἶναι τῆς πατρίδος· ὡς ἔστι καὶ φωναῖς τισιν αὐτῶν ἀποθεωρῆσαι τὴν διάνοιαν.

要するに彼は、市民たちが私的に生きることを望みもせず心得もしないようにし、むしろ蜂のように常に公のものに一体となって結びつき、指導者の周りに互いに群がり集まり、熱狂と名誉心から我を忘れるばかりとなって、完全に祖国のものとなるよう習慣づけたのである。この点については、彼らのいくつかの言葉からもその心中をうかがい知ることができる。

§25.4

ὁ μέν γὰρ Παιδάρητος οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους ἀπῄει μάλα φαιδρός, ὥσπερ χαίρων ὅτι βελτίονας αὐτοῦ τριακοσίους ἡ πόλις ἔχει· Πολυκρατίδας δὲ ὁ πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθʼ ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ πεμφθέντες, εἶπεν, αἴκα τύχω μέν, δημοσίᾳ, Αἴκα ἀποτύχωμεν, ἰδίᾳ.3

事実、パイダレートスは三百人の選抜隊に採用されなかった際、ポリスには自分より優れた三百人がいるのだと喜んでいるかのように、いたって晴れやかな顔で立ち去った。また、ポリュクラティダスが他者たちとともにペルシア王の将軍たちのもとへ使節として赴いた際、私的にやって来たのか公に派遣されたのかと尋ねられると、「首尾よく運べば公に、しくじれば私的です」と言った。

§25.5

ἡ δὲ Βρασίδου μήτηρ Ἀργιλεωνίς, ὡς ἀφικόμενοί τινες εἰς Λακεδαίμονα τῶν ἐξ Ἀμφιπόλεως εἰσῆλθον πρὸς αὐτήν, ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανε καὶ τᾶς Σπάρτας ἀξίως· μεγαλυνόντων δὲ ἐκείνων τὸν ἄνδρα καὶ λεγόντων ὡς οὐκ ἔχει τοιοῦτον ἄλλον ἡ Σπάρτη· μὴ λέγετε, εἶπεν, ὦ ξένοι· καλὸς μέν γάρ ἦν καὶ ἀγαθὸς ὁ Βρασίδας, πολλοὺς δὲ ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας.4

また、ブラシダスの母アルギレオニスは、アンフィポリスからラケダイモンへとやって来た人々の一部が彼女の家を訪れた際、ブラシダスが立派に、そしてスパルタにふさわしく死んだかどうかを尋ねた。彼らがその男を讃美し、スパルタにはこのような人物は他にいないと述べたところ、彼女は言った。 「旅の方々、そう言ってはなりません。ブラシダスは立派で善き人でありましたが、ラケダイモンには彼より優れた男たちが多くおります」

構文注4 件
  1. 25.1τοῖς δὲ πρεσβυτέροις αἰσχρὸν ἦν συνεχῶς ὁρᾶσθαι περὶ ταῦτα διατρίβουσιν, ἀλλὰ μὴ τὸ πλεῖστον τῆς ἡμέρας περὶ τὰ γυμνάσια καὶ τὰς καλουμένας λέσχας ἀναστρέφεσθαι.

    述語 αἰσχρὸν ἦν に対し、二つの対比要素が並置されている。前半は ὁρᾶσθαι διατρίβουσιν(〜にかまけて見られていること)、後半は ἀλλὰ μὴ ... ἀναστρέφεσθαι(〜で過ごさないこと)であり、否定辞 μή は不定詞 ἀναστρέφεσθαι にかかり、「〜で過ごさないことが恥であった」を意味する。

  2. 25.3μικροῦ δεῖν

    絶対的不定詞を用いた慣用句で、「ほとんど」「もう少しで」を意味し、ここでは分詞 ἐξεστῶτας(我を忘れる)を副詞的に修飾している。

  3. 25.4αἴκα τύχω μέν, δημοσίᾳ, Αἴκα ἀποτύχωμεν, ἰδίᾳ.

    ドーリス方言による条件文。αἴκα はアッティカ方言の ἐάν(αἰ = εἰ、κα = ἄν)に相当し、接続法を伴う。また、前半の単数 τύχω(もし私が成功すれば)と後半の複数 ἀποτύχωμεν(もし我々が失敗すれば)の人称交替は、使節団全体と発話者の責任の引き受け方を鮮やかに対比させている。

  4. 25.5τήνου κάρρονας

    ドーリス方言形。τήνου はアッティカ方言の ἐκείνου(それ、彼)、κάρρονας は比較級 κρείσσονας(より優れた[対格複数])に相当する。比較の属格 τήνου が比較級 κάρρονας にかかっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:25.1-25.5