← プルタルコス

リュクルゴス伝

§23.1-23.2

リュクルゴスの好戦性をめぐる異説とオリンピア休戦

リュクルゴスが好戦的であったか平和裏に立法したかについての諸家の対立する見解を挙げ、オリンピア休戦に関与した経緯に関する伝承を述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23.1

αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱππίας μὲν ὁ σοφιστὴς πολεμικώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμπειρον στρατειῶν, Φιλοστέφανος δὲ καὶ τὴν κατʼ οὐλαμοὺς τῶν ἱππέων διανομὴν Λυκούργῳ προστίθησιν εἶναι δὲ τὸν οὐλαμόν, ὡς ἐκεῖνος συνέστησεν, ἱππέων πεντήκοντα πλῆθος ἐν τετραγώνῳ σχήματι τεταγμένων, ὁ δὲ Φαληρεὺς Δημήτριος, οὐδεμιᾶς ἁψάμενον πολεμικῆς πράξεως1 ἐν εἰρήνῃ καταστήσασθαι τὴν πολιτείαν.

一方、リュクルゴス自身については、ソフィストのヒッピアスは彼が極めて好戦的であり、多くの軍事遠征に通じていたと述べている。またフィロステファノスは、騎兵を中隊ごとに編成することもリュクルゴスに帰している(その中隊とは、彼が組織したところによれば、方形の陣形に配備された五十騎の騎兵の集団である)。他方、ファレロンのデメトリオスは、彼がいかなる戦争行為にも携わることなく、平和のうちに国制を確立したと述べている。

§23.2

ἔοικε δὲ καὶ τῆς Ὀλυμπιακῆς ἐκεχειρίας ἡ ἐπίνοια πρᾴου καὶ πρὸς εἰρήνην οἰκείως ἔχοντος ἀνδρὸς εἶναι,2 καίτοι φασί τινες, ὡς Ἕρμιππος μνημονεύει, τὸν Λυκοῦργον οὐ προσέχειν οὐδὲ κοινωνεῖν ἐν ἀρχῇ τοῖς περὶ τὸν Ἴφιτον, ἀλλὰ τυγχάνειν ἄλλως ἐπιδημοῦντα καὶ θεώμενον ἀκοῦσαι δὲ φωνὴν ὥσπερ ἀνθρώπου τινὸς ἐξόπισθεν ἐπιτιμῶντος αὐτῷ καὶ θαυμάζοντος ὅτι τοὺς πολίτας οὐ προτρέπεται κοινωνεῖν τῆς πανηγύρεως· ὡς δὲ μεταστραφέντος οὐδαμοῦ φανερὸς ὁ φθεγξάμενος ἦν, θεῖον ἡγησάμενον,3 οὕτω πρὸς τὸν Ἴφιτον τραπέσθαι καὶ συνδιακοσμήσαντα τὴν ἑορτὴν ἐνδοξοτέραν καὶ βεβαιοτέραν καταστῆσαι.

オリンピアの休戦の構想もまた、温和で平和を好む人物に特有のもののように思われる。もっとも、ヘルミッポスが記すところによれば、リュクルゴスは当初イフィトスの一行に意を払うことも与することもなく、たまたま別の用向きで滞在して見物していただけだったという者もいる。しかし彼は、背後から自分を非難し、なぜ市民たちにこの祭礼に参加するよう促さないのかと怪しむ、あたかも誰か人間のものであるかのような声を聞いたという。そして彼が振り返ったものの、声を上げた者はどこにも見当たらなかったため、これを神慮と考え、かくしてイフィトスのもとへ赴き、彼と共に祭礼を整えて、それをより名高い、確固としたものにしたということである。

構文注3 件
  1. 23.1ὁ δὲ Φαληρεὺς Δημήτριος, οὐδεμιᾶς ἁψάμενον πολεμικῆς πράξεως

    前出の Ἱππίας μὲν ... φησι に対応して主格名詞句 ὁ δὲ Φαληρεὺς Δημήτριος の後に動詞 φησί が省略されており、対格不定詞構文(主語 αὐτόν が省略)を支配している。分詞 ἁψάμενον は省略された不定詞主語(リュクルゴス)に一致する対格。

  2. 23.2τῆς Ὀλυμπιακῆς ἐκεχειρίας ἡ ἐπίνοια πρᾴου καὶ πρὸς εἰρήνην οἰκείως ἔχοντος ἀνδρὸς εἶναι

    πρᾴου καὶ ... ἀνδρός は不完全述語動詞 εἶναι の補語となる「特質・帰属の属格(predicate genitive of characteristic)」。主語 ἡ ἐπίνοια とともに「休戦の構想は〜な人物の特質である(〜な人物にふさわしい/属する)ように思われる」という構文をなす。

  3. 23.2ὡς δὲ μεταστραφέντος οὐδαμοῦ φανερὸς ὁ φθεγξάμενος ἦν, θεῖον ἡγησάμενον

    μεταστραφέντος は意味上の主語 αὐτοῦ が省略された属格独立構文(genitive absolute)。続く主節文脈で同一指示対象(リュクルゴス)が直ちに不定詞の意味上の主語として対格分詞 θεῖον ἡγησάμενον で受け直されており、格の推移(属格から対格へ)が生じている変則的な構成である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:23.1-23.2