← プルタルコス

ロムルス伝

§9.1-9.7

新都市の創建計画と鳥占いによる兆候

アムーリウスの死後、兄弟はアルバを離れて新都市の建設を企図し、アジールを設けて人口を増やしたが、建設地を巡る対立から鳥占いを仰ぐことになり、ハゲワシの吉兆に関する伝承と考察が述べられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9.1

Ἀμουλίου δʼ ἀποθανόντος καὶ τῶν πραγμάτων καταστάντων, Ἄλβην μὲν οὔτʼ οἰκεῖν μὴ ἄρχοντες οὔτʼ ἄρχειν ἐβούλοντο τοῦ μητροπάτορος ζῶντος,1 ἀποδόντες δὲ τὴν ἡγεμονίαν ἐκείνῳ καὶ τῇ μητρὶ τιμὰς πρεπούσας, ἔγνωσαν οἰκεῖν καθʼ ἑαυτούς, πόλιν ἐν οἷς χωρίοις ἐξ ἀρχῆς ἐνετράφησαν κτίσαντες· αὕτη γὰρ εὐπρεπεστάτη τῶν αἰτιῶν ἐστιν.

アムーリウスが死に、事態が落ち着くと、彼らは支配権を持たずにアルバに住むことも、母方の祖父が生きている間に自ら支配することも望まず、主権を祖父に、ふさわしい名誉を母に返したうえで、自分たち自身で独立して暮らすことを決意し、そもそも自分たちが養育された地に都市を創建することにした。これこそ最も口当たりのよい理由である。

§9.2

ἦν δʼ ἴσως ἀναγκαῖον, οἰκετῶν καὶ ἀποστατῶν πολλῶν ἠθροισμένων πρὸς αὐτούς, ἢ καταλυθῆναι παντάπασι τούτων διασπαρέντων, ἢ συνοικεῖν ἰδίᾳ μετʼ αὐτῶν. ὅτι γὰρ οὐκ ἠξίουν οἱ τὴν Ἄλβην οἰκοῦντες ἀναμειγνύναι τοὺς ἀποστάτας ἑαυτοῖς οὐδὲ προσδέχεσθαι πολίτας, ἐδήλωσε πρῶτον μὲν τὸ περὶ τὰς γυναῖκας ἔργον,2 οὐχ ὕβρει τολμηθὲν ἀλλὰ διʼ ἀνάγκην, ἑκουσίων ἀπορίᾳ γάμων· ἐτίμησαν γὰρ αὐτὰς ἁρπάσαντες περιττῶς.

しかし、大勢の召使いや逃避者が彼らのもとに集まっていたため、これらが四散して自分たちが完全に没落するか、さもなければ彼らとともに独自に共同生活を営むか、いずれかが必要であったのかもしれない。というのも、アルバの住民たちが逃亡者たちを自分たちと混淆させたり、市民として受け入れたりする気など毛頭なかったことは、第一に女性たちを巡るあの所業――不遜さからではなく、合意による婚姻の欠如から必然に迫られて敢行されたものであり、というのも彼らは彼女らを略奪したのち並々ならぬ敬意を払ったからである――が明白に示している。

§9.3

ἔπειτα τῆς πόλεως τὴν πρώτην ἵδρυσιν λαμβανούσης, ἱερόν τι φύξιμον τοῖς ἀφισταμένοις κατασκευάσαντες, ὃ Θεοῦ Ἀσυλαίου προσηγόρευον, ἐδέχοντο πάντας, οὔτε δεσπόταις δοῦλον οὔτε θῆτα χρήσταις οὔτʼ ἄρχουσιν ἀνδροφόνον ἐκδιδόντες, ἀλλὰ μαντεύματι πυθοχρήστῳ πᾶσι βεβαιοῦν τὴν ἀσυλίαν φάσκοντες, ὥστε πληθῦσαι ταχὺ τὴν πόλιν, ἐπεὶ τάς γε πρώτας ἑστίας λέγουσι τῶν χιλίων μὴ πλείονας γενέσθαι. ταῦτα μὲν οὖν ὕστερον.

第二に、都市の最初の基礎を固めていた際、彼らは逃亡者たちのための避難場所となる神殿を建て、これを「アシュライオスの神(庇護の神)」の神殿と名付け、あらゆる者を受け入れ、主人に奴隷を、債権者に借財人を、統治者に殺人者を決して引き渡さず、ピュートーの神託によって万人に庇護の権利を保証していると言明したため、都市は急速に人口を増やした。ただし、最初の世帯数は千を超えなかったと言われている。もっともこれらは後のことである。

§9.4

Ὁρμήσασι δὲ πρὸς τὸν συνοικισμὸν αὐτοῖς εὐθὺς ἦν διαφορὰ περὶ τοῦ τόπου. Ῥωμύλος μὲν οὖν τὴν καλουμένην Ῥώμην κουαδράταν, ὅπερ ἐστὶ τετράγωνον, ἔκτισε, καὶ ἐκεῖνον ἐβούλετο πολίζειν τὸν τόπον, Ῥέμος δὲ χωρίον τι τοῦ Ἀβεντίνου καρτερόν, ὃ διʼ ἐκεῖνον μὲν ὠνομάσθη Ῥεμωρία, νῦν δὲ Ῥιγνάριον καλεῖται.

兄弟がこの共同定住へと乗り出すと、直ちにその場所を巡って争いが生じた。ロームルスは「ローマ・クアドラータ」(すなわち四角形)と呼ばれるものを創建し、その場所を都市とすることを望んだが、レムスはアウェンティヌスの険固な地を望み、そこは彼にちなんでレモリアと名付けられ、今日ではリグナリオンと呼ばれている。

§9.5

συνθεμένων δὲ τὴν ἔριν ὄρνισιν αἰσίοις βραβεῦσαι, καὶ καθεζομένων χωρίς, ἕξ φασι τῷ Ῥέμῳ, διπλασίους δὲ τῷ Ῥωμύλῳ προφανῆναι γῦπας· οἱ δὲ τὸν μὲν Ῥέμον ἀληθῶς ἰδεῖν, ψεύσασθαι δὲ τὸν Ῥωμύλον, ἐλθόντος δὲ τοῦ Ῥέμου, τότε τοὺς δώδεκα τῷ Ῥωμύλῳ φανῆναι· διὸ καὶ νῦν μάλιστα χρῆσθαι γυψὶ Ῥωμαίους οἰωνιζομένους. Ἡρόδωρος δʼ ὁ Ποντικὸς ἱστορεῖ καὶ τὸν Ἡρακλέα χαίρειν γυπὸς ἐπὶ πράξει φανέντος.

彼らがこの争いを吉兆の鳥に審判させることで合意し、離れて座っていると、レムスには六羽、ロームルスにはその倍のハゲワシが現れたと伝えられる。だが、レムスは真に見たものの、ロームルスは嘘をついたのであって、レムスがやって来てからロームルスに例の十二羽が現れたのだと言う者たちもいる。それゆえ今日でもローマ人は鳥占いを行う際にハゲワシを最も重んじるのである。 ポントスのヘーロドーロスは、ヘーラクレースも事を行うにあたってハゲワシが現れると喜んだと伝えている。

§9.6

ἔστι μὲν γὰρ ἀβλαβέστατον ζῴων ἁπάντων, μηδὲν ὧν σπείρουσιν ἢ φυτεύουσιν ἢ νέμουσιν ἄνθρωποι σινόμενον, τρέφεται δʼ ἀπὸ νεκρῶν σωμάτων, ἀποκτίννυσι δʼ οὐδὲν οὐδὲ λυμαίνεται ψυχὴν ἔχον, πτηνοῖς δὲ διὰ συγγένειαν οὐδὲ νεκροῖς πρόσεισιν. ἀετοὶ δὲ καὶ γλαῦκες καὶ ἱέρακες ζῶντα κόπτουσι τὰ ὁμόφυλα καὶ φονεύουσι· καίτοι κατʼ Αἰσχύλον "ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; " ἔτι τἆλλα μὲν ἐν ὀφθαλμοῖς ὡς ἔπος εἰπεῖν ἀναστρέφεται καὶ παρέχει διὰ παντὸς αἴσθησιν ἑαυτῶν, ὁ δὲ γὺψ σπάνιόν ἐστι θέαμα, καὶ νεοσσοῖς γυπὸς οὐ ῥᾳδίως ἴσμεν ἐντετυχηκότες, ἀλλὰ καὶ παρέσχεν ἐνίοις ἄτοπον ὑπόνοιαν, ἔξωθεν αὐτοὺς ἀφʼ ἑτέρας τινὸς γῆς καταίρειν ἐνταῦθα, τὸ σπάνιον καὶ μὴ συνεχές, οἷον οἱ μάντεις ἀξιοῦσιν εἶναι τὸ μὴ κατὰ φύσιν μηδʼ ἀφʼ αὑτοῦ, πομπῇ δὲ θείᾳ φαινόμενον.3

実際、ハゲワシはすべての動物の中で最も害がない。人間が蒔き、植え、放牧するものの何ひとつ損なわず、死体のみを糧とし、息あるものを殺すことも傷つけることもなく、鳥類に対しては同類であるゆえに死骸にすら近づかない。これに対して鷲や梟や鷹は同類を生きながらにして打ち倒し、殺害する。それなのにアイスキュロスによれば、「鳥が鳥を食らって、いかにして清らかであれようか」さらに他の鳥は、いわば日常的に人目に触れ、常にその姿を感じさせるが、ハゲワシは稀な光景であり、ハゲワシの雛に出くわしたことなど我々はまず聞いたことがない。それどころか一部の人々には、それらが外の別の土地からこの地へ飛来するのだという奇妙な疑念すら抱かせたのである。稀で連続的でないものこそ、予言者たちが、自然のままや自生的なものではなく、神の遣わしによって現れると認める性質のものだからである。

構文注3 件
  1. 9.1Ἄλβην μὲν οὔτʼ οἰκεῖν μὴ ἄρχοντες οὔτʼ ἄρχειν ἐβούλοντο τοῦ μητροπάτορος ζῶντος

    οὔτε ... οὔτε によって並列された二つの不定詞句(οἰκεῖν と ἄρχειν)に対称的な限定句が付随している。前者の μὴ ἄρχοντες は条件・譲歩的ニュアンスを含む分詞(「統治しないままでは」)で否定詞 μή を伴い、後者の τοῦ μητροπάτορος ζῶντος は時・理由を表す独立属格(「母方の祖父が生存している間は」)として機能している。

  2. 9.2ἐδήλωσε πρῶτον μὲν τὸ περὶ τὰς γυναῖκας ἔργον

    動詞 ἐδήλωσε の主語は中性の名詞句 τὸ περὶ τὰς γυναῖκας ἔργον(サビニ女性たちの略奪事件)であり、その目的語は前節の ὅτι 節(「アルバの住民が逃亡者たちの混淆を拒んだこと」)である。続く文頭の ἔπειτα(第二に)は、この提示された証拠の並列項として対応している。

  3. 9.7τὸ σπάνιον καὶ μὴ συνεχές, οἷον οἱ μάντεις ἀξιοῦσιν εἶναι τὸ μὴ κατὰ φύσιν μηδʼ ἀφʼ αὑτοῦ, πομπῇ δὲ θείᾳ φαινόμενον

    文末の τὸ σπάνιον καὶ μὴ συνεχές は前文の内容(ハゲワシの出現が稀で突発的であること)全体を受ける主格の同格(あるいは独立主格)として置かれ、それに続く関係代名詞 οἷον(「〜のような性質のもの」)が述語部を展開している。全体の骨格は「稀で連続的でないもの、それこそが予言者たちが神の導きによって現れると認める性質のものである」という要約的論述を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:9.1-9.7