← プルタルコス

ロムルス伝

§27.1-27.8

ロームルスの失踪と謀殺説および昇天説

王権を専横にして元老院を蔑ろにしたロームルスが不可解な失踪を遂げ、議員たちに暗殺の疑いが向けられる。その真相を巡り、神殿での議員による謀殺説と、嵐の民会中に神として昇天したとする説が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§27.1

ἐπεὶ δὲ τοῦ πάππου Νομήτορος ἐν Ἄλβῃ τελευτήσαντος, αὐτῷ βασιλεύειν προσῆκον,1 εἰς μέσον ἔθηκε τὴν πολιτείαν δημαγωγῶν, καὶ κατʼ ἐνιαυτὸν ἀπεδείκνυεν ἄρχοντα τοῖς Ἀλβανοῖς, ἐδίδαξε δὲ καὶ τοὺς ἐν Ῥώμῃ δυνατοὺς ἀβασίλευτον ζητεῖν καὶ αὐτόνομον πολιτείαν, ἀρχομένους ἐν μέρει καὶ ἄρχοντας. οὐδὲ γὰρ οἱ καλούμενοι πατρίκιοι πραγμάτων μετεῖχον, ἀλλʼ ὄνομα καὶ σχῆμα περιῆν ἔντιμον αὐτοῖς, ἔθους ἕνεκα μᾶλλον ἢ γνώμης ἀθροιζομένοις εἰς τὸ βουλευτήριον·

しかし、祖父ヌミトルがアルバで死去した際、王位を継承すべきであったにもかかわらず、彼は民衆の歓心を買おうと国政を人民に開放し、アルバ人に対しては年ごとに統治者を任命した。そしてローマの有力者たちにも、順繰りに支配され支配するような、王のいない自律的な国政を求めるよう教え込むことになった。というのも、いわゆるパトリキ(貴族)たちも国政に参与することはなく、議事堂に集まるのも意見を述べるためというよりは慣例のためであって、彼らに残されていたのは名誉ある名称と外観だけであったからである。

§27.2

εἶτα σιγῇ προστάττοντος ἠκροῶντο, καὶ τῷ πρότεροι τὸ δεδογμένον ἐκείνῳ πυθέσθαι τῶν πολλῶν πλέον ἔχοντες2 ἀπηλλάττοντο. καὶ τἆλλα μὲν ἦν ἐλάττονα· τῆς δὲ γῆς τὴν δορίκτητον αὐτὸς ἐφʼ ἑαυτοῦ δασάμενος τοῖς στρατιώταις, καὶ τοὺς ὁμήρους τοῖς Βηίοις ἀποδούς, οὔτε πεισθέντων οὔτε βουλομένων ἐκείνων, ἔδοξε κομιδῇ τὴν γερουσίαν προπηλακίζειν.

彼らはロームルスが命じることを沈黙のうちに拝聴し、彼が決裁したことを一般の人々よりも先に知るという点だけで優越感を味わって退去するにすぎなかった。他の事柄はまだ些細なものであったが、彼が戦利品としての土地を一人で勝手に兵士たちに分配し、人質をウェイイ人たちに返還したことについて、元老院議員たちの納得も同意も得ていなかったため、元老院をあからさまに侮辱していると見なされた。

§27.3

ὅθεν εἰς ὑποψίαν καὶ διαβολὴν ἐνέπεσε3 παραλόγως ἀφανισθέντος αὐτοῦ μετʼ ὀλίγον χρόνον. ἠφανίσθη δὲ νώναις Ἰουλίαις ὡς νῦν ὀνομάζουσιν, ὡς δὲ τότε, Κυντιλίαις, οὐδὲν εἰπεῖν βέβαιον οὐδʼ ὁμολογούμενον πυθέσθαι περὶ τῆς τελευτῆς ἀπολιπών, ἀλλʼ ἢ τὸν χρόνον, ὡς προείρηται. δρᾶται γὰρ ἔτι νῦν ὅμοια τῷ τότε πάθει πολλὰ κατὰ τὴν ἡμέραν ἐκείνην.

そのため、少しの後に彼が不可解にも姿を消した際、元老院は嫌疑と非難を浴びることになった。彼が姿を消したのは、現在ではユリウスのノーナエ、当時はクインクティリスのノーナエと呼ばれた日のことであり、既に述べた日時のほかには、その死について確実なことや一致した証言は何一つ残されていない。なぜなら、その日に起きた出来事と似たようなことが、今日でもその日に数多く行われているからである。

§27.4

οὐ δεῖ δὲ θαυμάζειν τὴν ἀσάφειαν, ὅπου Σκηπίωνος Ἀφρικανοῦ μετὰ δεῖπνον οἴκοι τελευτήσαντος οὐκ ἔσχε πίστιν οὐδʼ ἔλεγχον ὁ τρόπος τῆς τελευτῆς, ἀλλʼ οἱ μὲν αὐτομάτως ὄντα φύσει νοσώδη καμεῖν λέγουσιν, οἱ δʼ αὐτὸν ὑφʼ ἑαυτοῦ φαρμάκοις ἀποθανεῖν, οἱ δὲ τοὺς ἐχθροὺς τὴν ἀναπνοὴν ἀπολαβεῖν αὐτοῦ νύκτωρ παρεισπεσόντας.

この不明瞭さを怪しむには及ばない。あのスキピオ・アフリカヌスが夕食後に自宅で亡くなった際にも、その死の真相について確証も証拠も得られず、ある人々は生まれつき病弱であったために自然に斃れたのだと言い、ある人々は自ら毒を仰いで死んだのだと言い、またある人々は夜間に敵が忍び込んで彼の息の根を止めたのだと言っているほどである。

§27.5

καίτοι Σκηπίων ἔκειτο νεκρὸς ἐμφανὴς ἰδεῖν πᾶσι, καὶ τὸ σῶμα παρεῖχε πᾶσιν ὁρώμενον ὑποψίαν τινὰ τοῦ πάθους καὶ κατανόησιν· Ῥωμύλου δʼ ἄφνω μεταλλάξαντος οὔτε μέρος ὤφθη σώματος οὔτε λείψανον ἐσθῆτος. ἀλλʼ οἱ μὲν εἴκαζον ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου τοὺς βουλευτὰς ἐπαναστάντας αὐτῷ καὶ διαφθείραντας, νείμαντας τὸ σῶμα καὶ μέρος ἕκαστον ἐνθέμενον εἰς τὸν κόλπον ἐξενεγκεῖν·

しかもスキピオの場合は、死体が万人の目に見える形で横たわっており、その遺体は見られることで死因について何らかの推測や観察の手がかりを与えた。しかしロームルスの場合は、突然姿を消したため、遺体の一部も衣服の断片さえも見つからなかった。そこで、ある人々は議員たちがウルカヌスの神殿で彼に襲いかかって殺害し、遺体を切り刻んで各自が懐に入れて運び出したのだと推測した。

§27.6

ἕτεροι δʼ οἴονται μήτʼ ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου μήτε μόνων τῶν βουλευτῶν παρόντων γενέσθαι τὸν ἀφανισμόν, ἀλλὰ τυχεῖν μὲν ἔξω περὶ τὸ καλούμενον αἰγὸς [ἢ ζορκὸς] ἕλος ἐκκλησίαν ἄγοντα τὸν Ῥωμύλον, ἄφνω δὲ θαυμαστὰ καὶ κρείττονα λόγου περὶ τὸν ἀέρα πάθη γενέσθαι καὶ μεταβολὰς ἀπίστους· τοῦ μὲν γὰρ ἡλίου τὸ φῶς ἐκλιπεῖν, νύκτα δὲ κατασχεῖν οὐ πρᾳεῖαν οὐδʼ ἥσυχον, ἀλλὰ βροντάς τε δεινὰς καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνόντων πανταχόθεν ἔχουσαν·

だが別の者たちが考えるには、失踪はウルカヌスの神殿でも、議員たちだけがいる席で起きたのでもなく、ロームルスがたまたま郊外のいわゆる山羊の沼のあたりで民会を開いていたときに、天空に突如として驚くべき言葉に尽くせぬ異変と信じがたい急変が起きたのだという。太陽の光は失われ、穏やかでも静かでもない夜が訪れ、激しい雷鳴と、四方から嵐を吹き寄せる風の突風を伴っていた。

§27.7

ἐν δὲ τούτῳ τὸν μὲν πολὺν ὄχλον σκεδασθέντα φυγεῖν, τοὺς δὲ δυνατοὺς συστραφῆναι μετʼ ἀλλήλων· ἐπεὶ δʼ ἔληξεν ἡ ταραχὴ καὶ τὸ φῶς ἐξέλαμψε, καὶ τῶν πολλῶν εἰς ταὐτὸ πάλιν συνερχομένων ζήτησις ἦν τοῦ βασιλέως καὶ πόθος, οὐκ ἐᾶν τοὺς δυνατοὺς ἐξετάζειν οὐδὲ πολυπραγμονεῖν, ἀλλὰ τιμᾶν παρακελεύεσθαι πᾶσι καὶ σέβεσθαι Ῥωμύλον, ὡς ἀνηρπασμένον εἰς θεοὺς καὶ θεὸν εὐμενῆ γενησόμενον αὐτοῖς ἐκ χρηστοῦ βασιλέως.

その最中に群衆は散り散りになって逃げ去り、有力者たちはお互いに寄り集まった。混乱が収まって光が再び輝き出し、多くの人々が再び同じ場所に集まって王の捜索を始め、その姿を惜しんだが、有力者たちは調べることも詮索することも許さず、ロームルスは神々のもとへ引き上げられ、良き王から彼らにとって慈しみ深き神となるであろうから、彼を崇め敬うよう一同に勧告した。

§27.8

τοὺς μὲν οὖν πολλοὺς ταῦτα πειθομένους καὶ χαίροντας ἀπαλλάττεσθαι, μετʼ ἐλπίδων ἀγαθῶν προσκυνοῦντας· εἶναι δέ τινας οἳ τὸ πρᾶγμα πικρῶς καὶ δυσμενῶς ἐξελέγχοντες ἐτάραττον τοὺς πατρικίους καὶ διέβαλλον, ὡς ἀβέλτερα τὸν δῆμον ἀναπείθοντας, αὐτοὺς δὲ τοῦ βασιλέως αὐτόχειρας ὄντας.

そこで多くの人々はこの言葉を信じ、喜び、良き希望を抱いて祈りを捧げつつ立ち去った。しかし、ある者たちはこの事件を辛辣かつ敵意をもって追及し、パトリキたちが馬鹿げたことを民衆に信じ込ませているのであり、彼ら自身こそが王を手にかけた下手人であると言って、彼らを動揺させ非難した。

構文注3 件
  1. 27.1προσῆκον

    非人称動詞 προσήκει の現在分詞中性単数対格による絶対対格構文。「〜がふさわしかった(権利があった)にもかかわらず」という譲歩的な意味を担い、直前の独立属格 τοῦ πάππου Νομήτορος ... τελευτήσαντος(祖父ヌミトルが死去したとき)の状況下におけるロームルスの立場を述べる。

  2. 27.2τῷ πρότεροι τὸ δεδογμένον ἐκείνῳ πυθέσθαι τῶν πολλῶν πλέον ἔχοντες

    冠詞付き不定詞の与格句 τῷ ... πυθέσθαι が手段・理由を表し(〜を知ることによって)、動詞 πλέον ἔχω(優位に立つ)に係っている。不定詞の意味上の主語が主節の主語(元老院議員たち)と一致するため、形容詞 πρότεροι は主格となっている。

  3. 27.3ὅθεν εἰς ὑποψίαν καὶ διαβολὴν ἐνέπεσε

    動詞 ἐνέπεσε の主語は直前節の目的語である「元老院(ἡ γερουσία)」が補われる。直後の παραλόγως ἀφανισθέντος αὐτοῦ(彼[ロームルス]が不可解にも失踪した際)における αὐτοῦ がロームルスを指しているため、主語をロームルスと解することはできない(失踪したロームルスではなく、疑いをかけられた元老院が主語)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:27.1-27.8