← プルタルコス

ロムルス伝

§1.1-1.4

ローマの都市名の起源をめぐる諸説

歴史家の間で諸説あるローマの命名起源について、ペラスゴイ人の武力に由来する説と、トロイア避難民の女性ローマによる船の放火に由来する説が紹介され、親族間の口づけの起源も語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.1

τὸ μέγα τῆς Ῥώμης ὄνομα καὶ δόξῃ διὰ πάντων ἀνθρώπων κεχωρηκὸς ἀφʼ ὅτου καὶ διʼ ἣν αἰτίαν τῇ πόλει γέγονεν,1 οὐχ ὡμολόγηται παρὰ τοῖς συγγραφεῦσιν, ἀλλʼ οἱ μὲν Πελασγούς, ἐπὶ πλεῖστα τῆς οἰκουμένης πλανηθέντας ἀνθρώπων τε πλείστων κρατήσαντας, αὐτόθι κατοικῆσαι, καὶ διὰ τὴν ἐν τοῖς ὅπλοις ῥώμην οὕτως ὀνομάσαι τὴν πόλιν, οἱ δὲ Τροίας ἁλισκομένης διαφυγόντας ἐνίους καὶ πλοίων ἐπιτυχόντας ὑπὸ πνευμάτων τῇ Τυρρηνίᾳ προσπεσεῖν φερομένους, καὶ περὶ τὸν Θύμβριν ποταμὸν ὁρμίσασθαι·2 ταῖς δὲ γυναιξὶν αὐτῶν, ἀπορουμέναις ἤδη καὶ δυσανασχετούσαις πρὸς τὴν θάλασσαν, ὑποθέσθαι μίαν, ἣ καὶ γένει προὔχειν καὶ φρονεῖν ἐδόκει μάλιστα, Ῥώμην ὄνομα, καταπρῆσαι τὰ πλοῖα.3

ローマという偉大な名、そしてその名声がすべての人々の間に広まった名が、誰に由来し、どのような理由によってこの都市に与えられたのかについては、歴史家たちの間で意見が一致していない。ある者たちは、世界の大部分を放浪し、極めて多くの人々を征服したペラスゴイ人がそこに定住し、武具における力(ローメー)にちなんで都市をこのように名づけたのだと言う。またある者たちは、トロイアが陥落した際に逃亡した一部の者たちが船を手に入れ、風に流されてティッレーニア(エトルリア)に漂着し、テューブリス(ティベリス)川のあたりに錨を下ろしたのだと言う。そして、すでに途方に暮れ、海に対して強い苦痛を覚えていた彼らの妻たちに、家柄においても勝り、思慮深さでも際立っていると見なされていた、名をローマという一人の女が、船を焼き払うことを提案したという。

§1.3

πραχθέντος δὲ τούτου, πρῶτον μὲν ἀγανακτεῖν τοὺς ἄνδρας, ἔπειτα διʼ ἀνάγκην ἱδρυνθέντας περὶ τὸ Παλλάντιον, ὡς ὀλίγῳ χρόνῳ κρεῖττον ἐλπίδος ἔπραττον, ἀγαθῆς τε πειρώμενοι χώρας καὶ δεχομένων αὐτοὺς τῶν προσοίκων, ἄλλην τε τιμὴν ἀπονέμειν τῇ Ῥώμῃ καὶ τὴν πόλιν ἀπʼ αὐτῆς ὡς αἰτίας προσαγορεύειν.

これが実行されると、男たちは最初こそ憤ったものの、やむを得ずパラティウムの丘の周りに定着した。するとわずかな時間のうちに期待以上に境遇が好転し、肥沃な土地を享受し、近隣の住民たちにも受け入れられたため、ローマに他の栄誉を与えるとともに、原因となった彼女にちなんで都市を命名したのである。

§1.4

ἐξ ἐκείνου τε παραμένειν λέγουσι τὸ τοὺς συγγενεῖς τὰς γυναῖκας καὶ οἰκείους ἄνδρας ἀσπάζεσθαι τοῖς στόμασι·4 καὶ γὰρ ἐκείνας, ὅτε τὰ πλοῖα κατέπρησαν, οὕτως ἀσπάζεσθαι καὶ φιλοφρονεῖσθαι τοὺς ἄνδρας, δεομένας αὐτῶν καὶ παραιτουμένας τὴν ὀργήν.

また彼らが言うには、親族の男たちや身内の男たちに女たちが口づけで挨拶する慣習は、その時から今に至るまで残っているのだという。というのも、あの女たちもまた船を焼き払ったとき、男たちに懇願し、その怒りを鎮めようとして、このように口づけをして親しげに挨拶したからである。

構文注4 件
  1. 1.1τὸ μέγα τῆς Ῥώμης ὄνομα καὶ δόξῃ διὰ πάντων ἀνθρώπων κεχωρηκὸς ἀφʼ ὅτου καὶ διʼ ἣν αἰτίαν τῇ πόλει γέγονεν

    間接疑問節の主語となる名詞句 τὸ μέγα... κεχωρηκός が、間接疑問節(ἀφʼ ὅτου καὶ διʼ ἣν αἰτίαν τῇ πόλει γέγονεν)の前に先取り(prolepsis)されて配置されている。構文の骨格としては「ローマという偉大な名が誰から・どのような原因で都市に生じたかは…合意されていない(οὐχ ὡμολόγηται)」という関係になる。

  2. 1.1ἀλλʼ οἱ μὲν Πελασγούς, ... κατοικῆσαι, καὶ ... ὀνομάσαι τὴν πόλιν, οἱ δὲ ... προσπεσεῖν ... καὶ ... ὁρμίσασθαι·

    οἱ μέν と οἱ δέ に対する主動詞(λέγουσι や φασί などの発話動詞)が省略されており、後続する不定詞(κατοικῆσαι, ὀνομάσαι, προσπεσεῖν, ὁρμίσασθαι など)とその対格主語(Πελασγούς, ἐνίους)による対格不定詞構文が間接話法として支配されている。

  3. 1.2ταῖς δὲ γυναιξὶν αὐτῶν, ἀπορουμέναις ἤδη καὶ δυσανασχετούσαις πρὸς τὴν θάλασσαν, ὑποθέσθαι μίαν, ἣ καὶ γένει προὔχειν καὶ φρονεῖν ἐδόκει μάλιστα, Ῥώμην ὄνομα, καταπρῆσαι τὰ πλοῖα.

    不定詞 ὑποθέσθαι(提案した)は対格 μίαν を意味上の主語とし、与格 ταῖς... γυναιξίν を間接目的語、不定詞 καταπρῆσαι(焼き払うこと)を直接目的語として取る構造。「一人の女(μίαν)が、妻たち(ταῖς γυναιξίν)に、船を焼き払うこと(καταπρῆσαι τὰ πλοῖα)を提案した」と読解する。

  4. 1.4τὸ τοὺς συγγενεῖς τὰς γυναῖκας καὶ οἰκείους ἄνδρας ἀσπάζεσθαι τοῖς στόμασι

    冠詞付き不定詞 τὸ... ἀσπάζεσθαι が非人称的動詞 παραμένειν の意味上の主語。不定詞の主語は対格 τὰς γυναῖκας(女たちが)であり、目的語が τοὺς συγγενεῖς καὶ οἰκείους ἄνδρας(親族や身内の男たちを)である。二重に対格が並ぶが、文脈上女たちが挨拶をする側である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg002.humanitext-grc2:1.1-1.4