- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:24.1-24.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
テーセウスはアッティカ全土の住民をアテーナイへと集住(シュノイキスモス)させ、各地の役所を廃して統一政庁を設け、民主政の基礎を整えるとともにデルポイの神託を受けた。
μετὰ δὲ τὴν Αἰγέως τελευτὴν μέγα καὶ θαυμαστὸν ἔργον εἰς νοῦν βαλόμενος συνῴκισε τοὺς τὴν Ἀττικὴν κατοικοῦντας εἰς ἓν ἄστυ, καὶ μιᾶς πόλεως ἕνα δῆμον ἀπέφηνε, τέως σποράδας ὄντας καὶ δυσανακλήτους πρὸς τὸ κοινὸν πάντων συμφέρον, ἔστι δʼ ὅτε καὶ διαφερομένους ἀλλήλοις καὶ πολεμοῦντας.
アイゲウスの死後、テーセウスは偉大にして驚くべき事業を心に思い描き、アッティカに居住していた人々を一箇所の町へと集住させ、以前は散居し、全体の共通の利益のために呼び集めることが難しく、時には互いに反目し争い合っていた人々を、一つの都市の一つの民衆としてまとめ上げた。
ἐπιὼν οὖν ἀνέπειθε κατὰ δήμους καὶ γένη, τῶν μὲν ἰδιωτῶν καὶ πενήτων ἐνδεχομένων ταχὺ τὴν παράκλησιν αὐτοῦ, τοῖς δὲ δυνατοῖς ἀβασίλευτον πολιτείαν προτείνων καὶ δημοκρατίαν αὐτῷ μόνον ἄρχοντι πολέμου καὶ νόμων φύλακι χρησομένην,1 τῶν δὲ ἄλλων παρέξουσαν ἅπασιν ἰσομοιρίαν.
そこで彼は区や氏族を巡って説得して回ったが、一般市民や貧民たちは彼の呼びかけを速やかに受け入れ、有力者たちに対しては、自らを戦争の指導者および法の擁護者としてのみ用いるだけで、他のすべての事柄においては万人に対等の権利を与えるような、王のいない国制、すなわち民主政を提案した。
τοὺς μὲν ταῦτα ἔπειθεν, οἱ δὲ τὴν δύναμιν αὐτοῦ δεδιότες μεγάλην οὖσαν ἤδη καὶ τὴν τόλμαν, ἐβούλοντο πειθόμενοι μᾶλλον ἢ βιαζόμενοι ταῦτα συγχωρεῖν. καταλύσας οὖν τὰ παρʼ ἑκάστοις πρυτανεῖα καὶ βουλευτήρια καὶ ἀρχάς, ἓν δὲ ποιήσας ἅπασι κοινὸν ἐνταῦθα πρυτανεῖον καὶ βουλευτήριον ὅπου νῦν ἵδρυται τὸ ἄστυ, τήν τε πόλιν Ἀθήνας προσηγόρευσε καὶ Παναθήναια θυσίαν ἐποίησε κοινήν.
一方の人々にはこのように説得し、他方の人々は、すでに強大であった彼の力と、その大胆さを恐れていたため、強制されるよりはむしろ納得してこれを受け入れることを望んだ。そこで彼は、各地に個別にあった政庁や評議堂や役職を廃止し、現在町が築かれているこの場所に、全員に共通の単一の政庁と評議堂を設けて、その都市をアテーナイと名づけ、パンアテーナイア祭という共通の犠牲式を創始した。
ἔθυσε δὲ καὶ Μετοίκια τῇ ἕκτῃ ἐπὶ δέκα τοῦ Ἑκατομβαιῶνος, ἣν ἔτι νῦν θύουσι. καὶ τὴν βασιλείαν ἀφείς, ὥσπερ ὡμολόγησε, διεκόσμει τὴν πολιτείαν ἀπὸ θεῶν ἀρχόμενος· ἧκε γὰρ αὐτῷ χρησμὸς ἐκ Δελφῶν μαντευομένῳ περὶ τῆς πόλεως·
また彼はヘカトンバイオーン月の十六日にメトイキア祭の犠牲を捧げたが、これは現在でも捧げられている。そして彼は約束どおりに王権を放棄し、神々から始めて国制の整備を進めた。というのも、彼が都市について神託を求めたところ、デルポイから次のような神託が下ったからである。
" Αἰγείδη Θησεῦ, Πιτθηΐδος ἔκγονε κούρης, πολλαῖς τοι πολίεσσι πατὴρ ἐμὸς ἐγκατέθηκε τέρματα καὶ κλωστῆρας ἐν ὑμετέρῳ πτολιέθρῳ. ἀλλὰ σὺ μή τι λίην πεπονημένος ἔνδοθι θυμὸν βουλεύειν·2 ἀσκὸς γὰρ ἐν οἴδματι ποντοπορεύσει." τοῦτο δὲ καὶ Σίβυλλαν ὕστερον ἀποστοματίσαι πρὸς τὴν πόλιν ἱστοροῦσιν, ἀναφθεγξαμένην· "ἀσκὸς βαπτίζῃ· δῦναι δέ τοι οὐ θέμις ἐστίν.3"
「アイゲウスの子テーセウスよ、ピッテウスの娘の御子よ、 我が父は実に多くの都市の限界と運命の糸を そなたらの小高き町の中に据えたもうた。 されどそなたは、胸のうちで過度に心痛を重ねて 思い悩むなかれ。なぜなら革袋は大波のなかを海原進むであろうから。」 このことをのちに巫女シビュッラも、この都市に向かって唱え、声高にこう告げたと言い伝えられている。 「革袋よ、汝は波に浸されよう。だが沈むことは汝に定められておらぬ。」
- 24.2ἀβασίλευτον πολιτείαν προτείνων καὶ δημοκρατίαν αὐτῷ μόνον ἄρχοντι πολέμου καὶ νόμων φύλακι χρησομένην
分詞 προτείνων は主語(テーセウス)に一致する主格現在分詞で、前置された絶対属格 τῶν μὲν ἰδιωτῶν καὶ πενήτων ἐνδεχομένων... と対比的(μέν... δέ)に置かれている。未来分詞 χρησομένην は先行する女性名詞 πολιτείαν / δημοκρατίαν を修飾し、与格動詞 χράομαι に導かれる与格 αὐτῷ(テーセウス自身)に、述語同格として ἄρχοντι πολέμου καὶ νόμων φύλακι(戦争の指揮官かつ法の擁護者として)が添えられている構文である。
- 24.5ἀλλὰ σὺ μή τι λίην πεπονημένος ἔνδοθι θυμὸν βουλεύειν
神託の韻文(ヘクサメトロス)における構文。不定詞 βουλεύειν は否定小辞 μή を伴って命令・禁止の意を表す(命令的不定詞)。また、完了受動分詞 πεπονημένος に添えられた対格 θυμόν は限定の対格(いわゆる「心において」)であり、全体として「過度に心痛を抱いて思い悩むなかれ」という意味を成す。
- 24.5ἀσκὸς βαπτίζῃ· δῦναι δέ τοι οὐ θέμις ἐστίν
シビュッラの神託。βαπτίζῃ は動詞 βαπτίζω の接続法現在中・受動態2人称単数形(潜在・譲歩「汝は浸されようとも」)または直説法中・受動態2人称単数形。「革袋のように波に洗われ沈下させられはするが、完全に水底へ沈没する(δῦναι)ことは神慮により許されていない」という比喩的予言である。
