← プルタルコス

テセウス伝

§15.1-15.2

クレタへの貢納の起源とミーノータウロスの伝承

クレタから三度目の貢納要求が届き、アンドロゲオース殺害に端を発する戦争と災厄、そして若者と処女を差し出す協定の経緯、さらにミーノタウロスにまつわる悲劇的伝承が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15.1

ὀλίγῳ δὲ ὕστερον ἧκον ἐκ Κρήτης τὸ τρίτον οἱ τὸν δασμὸν ἀπάξοντες. ὅτι μὲν οὖν Ἀνδρόγεω περὶ τὴν Ἀττικὴν ἀποθανεῖν δόλῳ δόξαντος, ὅ τε Μίνως πολλὰ κακὰ πολεμῶν εἰργάζετο τοὺς ἀνθρώπους καὶ τὸ δαιμόνιον ἔφθειρε τὴν χώραν (ἀφορία τε γὰρ καὶ νόσος ἐνέσκηψε πολλὴ καὶ ἀνέδυσαν οἱ ποταμοί), καὶ τοῦ θεοῦ προστάξαντος ἱλασαμένοις τὸν Μίνω καὶ διαλλαγεῖσι λωφήσειν τὸ μήνιμα καὶ τῶν κακῶν ἔσεσθαι παῦλαν,1 ἐπικηρυκευσάμενοι καὶ δεηθέντες ἐποιήσαντο συνθήκας ὥστε πέμπειν διʼ ἐννέα ἐτῶν2 δασμὸν ἠϊθέους ἑπτὰ καὶ παρθένους τοσαύτας, ὁμολογοῦσιν οἱ πλεῖστοι τῶν συγγραφέων·

それから間もなく、貢納を取り立てる使者たちが三度目にクレタからやって来た。アンドロゲオースがアッティカ周辺で謀殺されたとみなされたため、ミーノースが戦いによって人々に多大な害悪をもたらし、神霊が国土を荒廃させたこと(不作と多大の疫病が襲い、川も涸れ果てたのである)、そして神の宣託が、ミーノースをなだめて和解するならば怒りは治まり災厄の終息が訪れると命じたため、使者を遣わして懇願し、九年ごとに七人の若者と同数の処女を貢納として送るという条約を結んだことについては、歴史家たちの大半が一致して認めている。

§15.2

τοὺς δὲ παῖδας εἰς Κρήτην κομιζομένους ὁ μὲν τραγικώτατος μῦθος ἀποφαίνει τὸν Μινώταυρον ἐν τῷ Λαβυρίνθῳ διαφθείρειν, ἢ πλανωμένους αὐτοὺς καὶ τυχεῖν ἐξόδου μὴ δυναμένους ἐκεῖ καταθνήσκειν, τὸν δὲ Μινώταυρον, ὥσπερ Εὐριπίδης φησί, "σύμμικτον εἶδος κἀποφώλιον βρέφος" γεγονέναι, καὶ "ταύρου μεμῖχθαι καὶ βροτοῦ διπλῇ φύσει."

そしてクレタへと連れて行かれた子供たちについては、最も悲劇的な伝承によれば、ラビュリントスの中でミーノタウロスが殺害したか、あるいは自ら彷徨い歩き出口を見出すことができずに現地で死に絶えたとされ、またミーノタウロス自身は、エウリーピデースが述べているように、 「混じり合いたる姿、忌まわしき嬰児」 であり、 「牛と人の二重の性質を併せ持っていた」 とされている。

構文注3 件
  1. 15.1ἱλασαμένοις τὸν Μίνω καὶ διαλλαγεῖσι λωφήσειν τὸ μήνιμα καὶ τῶν κακῶν ἔσεσθαι παῦλαν

    与格分詞 ἱλασαμένοις ... καὶ διαλλαγεῖσι は不定法 λωφήσειν / ἔσεσθαι の意味上の主語ではなく、神託の指示・約束を受ける対象(アテナイ人)を表す関係の与格、あるいは条件的な含意(「彼らがなだめて和解するならば」)を伴う利害関係の与格である。不定法の主語はそれぞれ τὸ μήνιμα(怒り)と παῦλαν(終息)であり、対格不定法構文の主語として機能している。

  2. 15.1διʼ ἐννέα ἐτῶν

    前置詞 διά +属格は時間の経過・間隔を表し、「九年ごとに」「九年の周期で」を意味する(年数の数え方によっては満九年または数え年での八年ごととも解されるが、表現としては定型の時間間隔句)。

  3. 15.1ὅτι μὲν οὖν Ἀνδρόγεω περὶ τὴν Ἀττικὴν ἀποθανεῖν δόλῳ δόξαντος, ὅ τε Μίνως πολλὰ κακὰ πολεμῶν εἰργάζετο τοὺς ἀνθρώπους καὶ τὸ δαιμόνιον ἔφθειρε τὴν χώραν (ἀφορία τε γὰρ καὶ νόσος ἐνέσκηψε πολλὴ καὶ ἀνέδυσαν οἱ ποταμοί), καὶ τοῦ θεοῦ προστάξαντος ἱλασαμένοις τὸν Μίνω καὶ διαλλαγεῖσι λωφήσειν τὸ μήνιμα καὶ τῶν κακῶν ἔσεσθαι παῦλαν, ἐπικηρυκευσάμενοι καὶ δεηθέντες ἐποιήσαντο συνθήκας ὥστε πέμπειν διʼ ἐννέα ἐτῶν δασμὸν ἠϊθέους ἑπτὰ καὶ παρθένους τοσαύτας, ὁμολογοῦσιν οἱ πλεῖστοι τῶν συγγραφέων

    文頭の接続詞 ὅτι から始まる名詞節が主動詞 ὁμολογοῦσιν より大幅に先行する倒置(hyperbaton)を伴う長大な文構造。文骨格は「ὅτι μὲν οὖν ... [長い事実の列挙] ... ὁμολογοῦσιν οἱ πλεῖστοι τῶν συγγραφέων」(…であることには大半の歴史家が合意している)。ὅτι 節内には複数の独立属格(Ἀνδρόγεω ... δόξαντος, τοῦ θεοῦ προστάξαντος)や括弧内の挿入文が含まれ、それらを経て節内の主要な動詞句 ἐποιήσαντο συνθήκας(条約を結んだ)へと至る。

    本文中の位置は未特定

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:15.1-15.2