- 底本
- Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg018.humanitext-grc2:389-463
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アガメムノンは娘を犠牲にすることを拒みメネラオスと対立するが、そこへ妻クリュタイムネストラと娘イフィゲネイアがアウリスに到着したという使者の報告が入り、アガメムノンは逃れられぬ運命に絶望する。
μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος1ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ.
私は狂っていると?お前こそ狂っている。神がお前に幸運を良く与えてくれているというのに、悪い妻を失いながら、それを取り戻そうと望んでいるのだから。
ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονεςφιλόγαμοι μνηστῆρες — ἡ δέ γʼ Ἐλπίς, οἶμαι μέν, θεός,κἀξέπραξεν αὐτὸ2 μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος —
あの愚かで、結婚を熱望する求婚者たちは、チュンダレオスの誓いを立てた。――私が思うに、「希望」こそが神であり、お前や、お前の力よりもむしろ、「希望」がその誓いを実行させたのだ。――
οὓς λαβὼν στράτευε· ἕτοιμοι δʼ εἰσὶ μωρίᾳ φρενῶν.
彼らを引き連れて遠征するがよい。彼らはその心の愚かさゆえに、準備ができている。
οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλʼ ἔχει συνιέναιτοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.
神は愚かではない。悪しく結ばれ、強制された誓いを見抜くことができるのだ。
τἀμὰ δʼ οὐκ ἀποκτενῶ ʼγὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖπαρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ,
だが、私は自分の子供を殺さない。お前の都合が、最悪の妻への復讐のために、正義に反してうまくいく一方で、
ἐμὲ δὲ συντήξουσι3 νύκτες ἡμέραι τε δακρύοις,ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.
私は自分で産んだ子供たちに、不法で不正なことを行い、夜も昼も涙で身を焦がすなどということはあってはならない。
ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια·
これらが、お前に語る簡潔で明快、かつ容易な言葉だ。
εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμʼ ἐγὼ θήσω καλῶς.
もしお前が賢く考えたくないというなら、私は自分のことをうまく取り計らうまでだ。
οἵδʼ αὖ διάφοροι τῶν πάρος λελεγμένωνμύθων, καλῶς δʼ ἔχουσι, φείδεσθαι τέκνων.
これらは先の言葉とは異なっていますが、子供を惜しむというのは立派なことです。
αἰαῖ, φίλους ἄρʼ οὐχὶ κεκτήμην τάλας.
ああ、哀れな私は、味方を持っていなかったのだな。
εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.
お前が友を滅ぼすことを望まない限りはな。
δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;
どうやってお前は私に、同じ父から生まれた兄弟であることを示してくれるのだ?
συνσωφρονεῖν σοι βούλομʼ, ἀλλʼ οὐ συννοσεῖν.
私はお前と共に思慮深くありたいが、共に向こう見ずになりたくはない。
ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.
友は友と共に、苦痛を分かち合うべきだ。
εὖ δρῶν παρακάλει μʼ, ἀλλὰ μὴ λυπῶν ἐμέ.
私を呼ぶなら善いことをしているときにせよ、私を苦しめるときではなく。
οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;
では、お前はギリシアと共にこの労苦を背負うつもりはないのだな?
Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.
ギリシアはお前と共に、ある神の意志によって病んでいるのだ。
σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς.
では、兄弟を裏切って、王笏を誇るがよい。
ἐγὼ δʼ ἐπʼ ἄλλας εἶμι μηχανάς τινας
私は別の手段を求めに行く、
φίλους τʼ ἐπʼ ἄλλους —
別の友のところへ――
ὦ Πανελλήνων ἄναξ,Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,
全ギリシアの王アガメムノンよ、あなたが館でイピゲネイアと名づけたあなたの娘を連れて参りました。
ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.μήτηρ δʼ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,
母親も同行しております、あなたのクリュタイムネストラ、
καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών,χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.
そして息子のオレステスも。あなたが彼らを見て喜ぶようにと。長い間、家を離れていたのですから。
ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰκρήνην ἀναψύχουσι θηλύπουν βάσιν,
ですが、長い旅路でしたので、流れ豊かな泉のほとりで、彼女たちは足を休めて冷ましています、
αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόηνκαθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.
彼女たち自身も、そして馬たちも。私たちは彼女たちを草地に放ち、草を食ませました。
ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάρινἥκω· πέπυσται γὰρ στρατός — ταχεῖα γὰρ
私はあなたの準備のために、先触れとして参りました。なぜなら、娘上が到着したことは、すでに軍勢の知るところとなっており、
διῇξε φήμη — παῖδα σὴν ἀφιγμένην.
噂は素早く広まったからです。
πᾶς δʼ ἐς θέαν ὅμιλος ἔρχεται δρόμῳ,
すべての群衆が、あなたの娘を一目見ようと走ってやってきています。
σὴν παῖδʼ ὅπως ἴδωσιν· οἱ δʼ εὐδαίμονεςἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.
幸福な人々は、すべての人々の中で有名であり、注目を浴びるものですから。
λέγουσι δʼ· Ὑμέναιός τις ἢ τί πράσσεται;
人々は言っています。「婚礼なのか、それとも何が行われているのか?
ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξἐκόμισε παῖδα; τῶν δʼ ἂν ἤκουσας τάδε·
あるいはアガメムノン王が娘を恋しく思い、連れてきたのか?」また、このようなことを言う者もいるでしょう。
Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;
「彼らはアウリスの支配者たるアルテミスに、あの乙女を捧げる前供犠の儀式を行っているのだ。誰が彼女をめ取るのだろうか?」
ἀλλʼ εἶα, τἀπὶ τοισίδʼ ἐξάρχου κανᾶ,
さあ、これに続いて、供物の籠の儀式を始めなさい。
στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,
あなたも頭に冠を戴きなさい、メネラオス王よ。
ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγαςλωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος·
婚礼の歌を準備し、家の中にロトスの笛の音を響かせ、足を踏み鳴らしなさい。
φῶς γὰρ τόδʼ ἥκει μακάριον τῇ παρθένῳ.
この幸いな光が、乙女のもとに訪れたのですから。
ἐπῄνεσʼ, ἀλλὰ στεῖχε δωμάτων ἔσω·
感謝する。だが家の中に入りなさい。
τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς.
他は運命の進むまま、よくなるだろう。
οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;
ああ、哀れな私は何を言えばよいか?どこから始めればよいか?
ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν.
私たちはなんと恐ろしい必要の軛に陥ってしまったことか。
ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτωνπολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.4
神が私を罠にかけ、私のあらゆる策略よりもはるかに賢く立ち回ったのだ。
ἡ δυσγένεια δʼ ὡς ἔχει τι χρήσιμον.
身分の低さというのは、なんと好都合なことか。
καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,5
彼らは容易に涙を流し、胸の内をすべて語ることができる。
ἅπαντά τʼ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν
だが、気高い生まれの者にとって、これらは不幸なことだ。
ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου
私たちは生活の支配者として
τὸν ὄγκον ἔχομεν τῷ τʼ ὄχλῳ δουλεύομεν.
虚飾をまとわされ、大衆の奴隷となっているのだ。
ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,
私は涙を流すことを恥じる。
τὸ μὴ δακρῦσαι δʼ αὖθις αἰδοῦμαι τάλας,ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.
だがまた、涙を流さないことも恥じるのだ、哀れなことに、この最大の不幸にあって。
εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;
さて、妻に向かって何と言えばよいのか?
πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;
彼女をどう迎えればよい?どのような目で彼女と見合えばよいのだ?
καὶ γάρ μʼ ἀπώλεσʼ ἐπὶ κακοῖς ἅ μοι πάρος
なぜなら、彼女が呼ばれもしないのに私のもとにやってきたことは、私の災いに災いを重ねて私を破滅させるからだ。
ἐλθοῦσʼ ἄκλητος. εἰκότως δʼ ἅμʼ ἕσπετοθυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα
だが、娘の婚礼を祝い、最愛の娘を送り出すために同行したのは当然のことだ。
δώσουσʼ, ἵνʼ ἡμᾶς ὄντας εὑρήσει κακούς.
そこで彼女は、私たちが邪悪な者であることを知ることになる。
τὴν δʼ αὖ τάλαιναν παρθένον — τί παρθένον;
そして、あの哀れな乙女――いや、何が乙女だ、
Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα —
冥府がすぐに彼女と婚姻を結ぶだろうに。
ὡς ᾤκτισʼ· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε·
なんと彼女がかわいそうなことか。彼女は私にこのように嘆願するだろう。
Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους
「お父様、私を殺すのですか?このような結婚を……」
- 389ὅστις ἀπολέσας κακὸν λέχος
関係代名詞 ὅστις が因果関係(「〜するとは」)を表す用法。アガメムノンがメネラオスの「狂気」を糾弾する理由を説明している。
- 392ἡ δέ γʼ Ἐλπίς, οἶμαι μέν, θεός, κἀξέπραξεν αὐτὸ
Ἐλπίς(希望)を主語とする挿入句。κἀξέπραξεν(καὶ ἐξέπραξεν)の主語も同じく Ἐλπίς であり、メネラオス自身の功績ではなく神格化された「希望」が誓いを強制したという解釈を示す。
- 396κοὐ τὸ σὸν μὲν εὖ παρὰ δίκην ἔσται ... ἐμὲ δὲ συντήξουσι
μὲν ... δέ の対比構造。お前の都合が正義に反して良くなる(τὸ σὸν μὲν εὖ ἔσται)一方で、私が涙で枯れ果てる(ἐμὲ δὲ συντήξουσι)という非対称な状況を強く拒絶する否定の表現である(οὐκ ἀποκτενῶ から流れる全体の構文)。
- 444ὥστε τῶν σοφισμάτων πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.
結果節を導く ὥστε + 不定詞(γενέσθαι)。比較級 σοφώτερος(より賢い)が属格の比較対象(τῶν σοφισμάτων τῶν ἐμῶν)を支配している。
- 447καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει
ἔχει + 不定詞(ここでは δακρῦσαι)で「〜することができる」を意味する慣用的な表現。与格 αὐτοῖς(彼ら=身分の低い人々にとって)がその意味上の主語として機能している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(8 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 原文 1 件
- 2026-11-15 AI校閲 — 訳文 2 件
- 2026-09-30 表記の統一 — 訳文 4 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
