← ロドスのアポロニオス

アルゴナウティカ

§4.892-4.966

セイレンたちの誘惑と彷徨う岩礁の通過

アルゴー船はオルペウスの歌によってセイレンたちの魅惑を退けて通過し、海に落ちたブーテースもアプロディーテーに救われる。続いて船はスキュラ、カリュブディス、そして彷徨う岩礁の難所に至るが、テティスらネーレーイスたちの助力によって無事に通過する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
892

καλήν, Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι

美しいアンテモエッサ島を目にした。

Σειρῆνες σίνοντʼ Ἀχελωίδες ἡδείῃσιν

そこではアケローオスの娘たちである澄んだ声のセイレーンたちが、

θέλγουσαι μολπῇσιν, ὅτις παρὰ πεῖσμα βάλοιτο.1

誰であれとも綱を投げ入れた者を甘い歌声で魅了し、害していた。

895

τὰς μὲν ἄρʼ εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα

かつて彼女たちを、

γείνατο Τερψιχόρη, Μουσέων μία· καί ποτε Δηοῦς

ムーサのひとりである美しいテルプシコラーがアケローオスと同衾して産み落とした。そして彼女たちはかつて、

θυγατέρʼ ἰφθίμην ἀδμῆτʼ ἔτι πορσαίνεσκον

デーオーの気高い娘がまだ処女であった頃、

ἄμμιγα μελπόμεναι· τότε δʼ ἄλλο μὲν οἰωνοῖσιν,

ともに歌いながら世話をしていた。だがその時彼女たちは、

ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι.

一部は鳥の姿、一部は乙女の姿をしていた。

900

αἰεὶ δʼ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς

彼女たちは良港の見張り場から常に狙いを定め、

ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο,

多くの者たちを衰弱させて滅ぼし、

τηκεδόνι φθινύθουσαι· ἀπηλεγέως δʼ ἄρα καὶ τοῖς

その蜜のように甘い帰還を幾度となく奪い去った。そして容赦なく彼らに対しても、

ἵεσαν ἐκ στομάτων ὄπα λείριον. οἱ δʼ ἀπὸ νηὸς

口から百合のような美声を放った。

ἤδη πείσματʼ ἔμελλον ἐπʼ ἠιόνεσσι βαλέσθαι,

もしトラーキアのオイアグロスの子オルペウスが、両の手でビストニアの竪琴を張り、

905

εἰ μὴ ἄρʼ Οἰάγροιο πάις Θρηίκιος Ὀρφεὺς

素早く回転する歌の調べを鳴り響かせなかったならば、

Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας

彼らはすでに船から岸辺へととも綱を投げ入れるところであった。

κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς,ὄφρʼ ἄμυδις κλονέοντος2 ἐπιβρομέωνται ἀκουαὶ

オルペウスがかき乱すように奏でる爪弾きの音によって、

κρεγμῷ· παρθενικὴν δʼ ἐνοπὴν ἐβιήσατο φόρμιγξ.νῆα δʼ ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα

彼らの耳が一斉に満たされるようにと。そして竪琴は乙女たちの歌声を圧した。

πρυμνόθεν ὀρνύμενον· ταὶ δʼ ἄκριτον ἵεσαν αὐδήν.

西風と艫の方から湧き立つ轟く波とが共に船を運んだ。彼女たちは休みなく声を放っていた。

ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις, οἶος ἑταίρων

しかしそれでもなお、テレオンの優れた子ブーテースは、

προφθάμενος, ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ

セイレーンたちの澄んだ声に心を和らげられ、

Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς·

仲間の中でただ一人先んじて、磨かれた腰掛け板から海へと飛び込んだ。

915

νῆχε δὲ πορφυρέοιο διʼ οἴδματος, ὄφρʼ ἐπιβαίη,

そして悲惨にも、

σχέτλιος. ἦ τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων,

島に上陸しようと紫色の波を泳ぎ渡っていった。まさに彼女たちはただちにその場で彼の帰還を奪い去るところであったが、

ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα

エリュクスを統べる女神キュプリスが彼を憐れみ、

Κύπρις ἔτʼ ἐν δίναις ἀνερέψατο, καί ῥʼ ἐσάωσεν

彼がまだ渦の中にいるうちにすくい上げ、

πρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην.

好意をもって迎えてリリュバイオンの岬に住まわせるため救った。

920

οἱ δʼ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δʼ ὄπαζον

彼らは悲しみに囚われつつ彼女たちを後にしたが、海が交差する航路において、

κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν.

船を粉砕するさらに恐ろしい難所が彼らを待ち受けていた。

τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη·

片方にはスキュラの滑らかな岩が現れ、

τῇ δʼ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις·

もう片方にはカリュブディスが激しく吹き上げながら絶え間なく轟いていた。

ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι

そして別の場所では、

925

ῥόχθεον, ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλὸξ

かつて燃え盛る炎が鋭い岩の頂から吹き出し、火熱を放つ岩の上高く、

ἄκρων ἐκ σκοπέλων, πυριθαλπέος ὑψόθι πέτρης,καπνῷ δʼ ἀχλυόεις αἰθὴρ πέλεν, οὐδέ κεν αὐγὰς

煙によって天空が薄暗くなって太陽の光さえ見えなかった彷徨う岩礁が、

ἔδρακες ἠελίοιο. τότʼ αὖ λήξαντος ἀπʼ ἔργων

大波の下で轟音を立てていた。その時また、ヘーパイストスが仕事を終えた後も、

Ἡφαίστου θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν.

海はなお熱い息吹を吹き出していた。

930

ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι

そこに彼女たち、

ἤντεον· ἡ δʼ ὄπιθεν πτέρυγος θίγε πηδαλίοιο

ネーレーイスの乙女たちが彼らに向かって方々から集まった。そして気高きテティスは、

δῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἐρύσσαι.

彷徨う岩礁の暗礁の間を船が通り抜けるよう、後ろから舵の翼に触れた。

ὡς δʼ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες

澄み渡る晴天のもと、イルカたちが海から姿を現し、

σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα,

疾駆する船の周りを群れをなして旋回し、

935

ἄλλοτε μὲν προπάροιθεν ὁρώμενοι, ἄλλοτʼ ὄπισθεν,

ある時は前方に見え、ある時は後方に、ある時は横並びに見えて、

ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται·

船乗りたちの喜びとなるように、

ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο

そのように彼女たちは先を争って駆け、密に連なってアルゴー船の周りを巡り、

Ἀργῴῃ περὶ νηί, Θέτις δʼ ἴθυνε κέλευθον.

テティスはその航路を正した。

καί ῥʼ ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον,

そしてまさに彼女たちが彷徨う岩礁に近づこうとした時、

940

αὐτίκʼ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας,

彼女たちは直ちに白い膝のあたりまで裳裾を引き上げ、

ὑψοῦ ἐπʼ αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς

まさにそれらの暗礁の上高く、砕ける波の上で、

ῥώοντʼ ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν.

互いに間隔を取ってあちこちで敏捷に動いた。

τὴν δὲ παρηορίην3 κόπτεν ῥόος· ἀμφὶ δὲ κῦμα

そして横合いから奔流が船を打ち、

λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν,

高く持ち上がった猛烈な波が岩礁の上で泡立って砕けた。

945

αἵ θʼ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον,

それらの岩礁はある時は切り立つ崖のように空にそびえ、

ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντου

ある時は海の最も深い底の下に根を張り、

ἠρήρειν, τὸ δὲ πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα.

その上を獰猛な波がはるかに覆いかぶさっていた。

αἱ δʼ, ὥστʼ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο

そして彼女たちは、砂浜の岸辺の近くで、

παρθενικαί, δίχα κόλπον ἐπʼ ἰξύας εἱλίξασαι

乙女たちが腰のところで衣の懐を二つに折り畳んで結び、

950

σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ μὲν ἔπειταἄλλη ὑπʼ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει

真円のまりで戯れるかのように――彼女たちは次々と他の者から受け取っては高く空へと打ち上げ、

ὕψι μεταχρονίην· ἡ δʼ οὔποτε πίλναται οὔδει·ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη

まりは決して地面に触れることがない――そのように彼女たちは、

πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν

疾走する船を代わる代わる方々から波の上高く空中へと送り出し、

955

πετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ.

常に岩礁から遠ざけた。そして彼女たちの周りでは、吹き出す水が沸き立っていた。

τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης

そして王たるヘーパイストス自身も、

ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας

滑らかな険峰の頂の上に立ち、重い肩を金槌の柄に寄りかけて彼女たちを眺め、

Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν

また輝く天の上から、

οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ· ἀμφὶ δʼ Ἀθήνῃ

そこに立つゼウスの妻も眺めていた。

960

βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν.

彼女はそれを見守るあまりの恐ろしさに、アテーナーの周りに両腕を回した。

ὅσση δʼ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα,

春の日の長さが続く間じゅう、

τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι

彼女たちはそれほどの長い時間、

νῆα διὲκ πέτρας πολυηχέας· οἱ δʼ ἀνέμοιο

騒がしく鳴り響く岩礁の間から船を押し出して苦闘した。

αὖτις ἐπαυρόμενοι προτέρω θέον· ὦκα δʼ ἄμειβον

彼らは再び風を受けてさらに前へと走り、

965

Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο.

たちまち太陽神の牛たちを養うトリーナキエーの牧草地を通り過ぎた。

ἔνθʼ αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν

そこで彼女たちは、海鳥のように深みへと潜り――

構文注3 件
  1. 4.894ὅτις παρὰ πεῖσμα βάλοιτο

    過去における反復を表す希求法節。主節の未完了過去 σίνοντʼ に従属し、条件小辞 ἄν を伴わずに単独の希求法を用いることで、「誰であれ船のとも綱を投げ入れる(投錨・係留する)者がいれば、その都度(害した)」という過去の反復的・一般的条件文を形成している。

  2. 4.908κλονέοντος

    文脈上、省略された代名詞(オルペウス)または名詞を意味上の主語とする属格絶対構文。「彼(オルペウス)がかき乱すように奏でる中で」の意。後続する κρεγμῷ(爪弾き、かき鳴らす音)と意味的に連動し、竪琴を激しく弾く動作を描写している。

  3. 4.943παρηορίην

    対格名詞または副詞的対格。「船の脇腹・横合い」を指す名詞の対格として ῥόος(奔流)の直接目的語と取る(「奔流が船の横合いを打った」)。船首や船尾ではなく真横から波や潮流を受ける危険な航行状況を表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.892-4.966