- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.601-4.673
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アルゴー船の一行はパエトーンの墜落現場を抜けてローダノス川に入り、オーケアノスへの迷入の危機をヘーラーの警告によって脱してティレニア海へと抜け、悪夢に怯えるキルケーの待つアイアイエー島に到着する。
οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσαςοἰωνὸς δύναται βαλέειν ὕπερ·1 ἀλλὰ μεσηγὺς
鳥さえもその水の上に軽やかな翼を広げて飛び越えることはできず、
φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι
羽ばたきつつ中途で炎の中へと身を投げてしまう。
Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν,
その周囲ではヘーリオスの娘たちが、丈高いポプラの木となって閉じ込められ、
μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰς
あわれにも悲痛な嘆きを漏らし、
ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε,
まぶたから琥珀の輝く滴を大地へと注ぎ落としている。
αἱ μέν τʼ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται·
それらは砂浜の上で太陽に乾かされるが、
εὖτʼ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης
けたたましく吹き鳴る風に煽られて黒ずんだ湖の水が岸辺を洗うときには、
ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο,δὴ τότʼ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα
それらはすべてことごとく、
κυμαίνοντι ῥόῳ. Κελτοὶ δʼ ἐπὶ βάξιν ἔθεντο,
波立つ流れに乗ってエーリダノス川へと押し流されていく。一方ケルト人たちの間には、
ὡς ἄρʼ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο
これらはレートーの息子アポローンの涙であり、
ἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν,
それが渦の中に運ばれているのだという言い伝えがある。
ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν,
それは昔、彼が父の叱責を受けて輝く天を離れ、
οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς,
ヒュペルボレオイの神聖な民のところへ赴いた折に、
χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ
アミュロス川の河口にある豊かなラケレイアで気高きコロニスが産んだわが子のことで憤り、
δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο.
無数に流した涙であるという。
καὶ τὰ μὲν ὧς κείνοισι μετʼ ἀνδράσι κεκλήισται.
かの人々のもとでは、この事はこのように語り継がれている。
τοὺς δʼ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο,
しかし英雄たちをば食物への欲求も飲み物への欲求も捉えず、
οὔτʼ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλʼ ἄρα τοίγεἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες
心も喜びへと向かうことはなかった。彼らは昼の間は、
ὀδμῇ λευγαλέῃ, τήν ῥʼ ἄσχετον ἐξανίεσκον
くすぶるパエトーンからエーリダノス川の奔流が放ち続ける堪え難く重苦しい悪臭に圧迫されて衰弱し、
τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο·νύκτας δʼ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον
夜には夜で、
Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν
ヘーリオスの娘たちが甲高い声で嘆き悲しむ鋭い悲痛の叫びを聞いていた。彼女たちの流す涙は、
οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν,
水の上に油の滴のように浮かんで運ばれていた。
ὅς τʼ εἰς Ἠριδανὸν μετανίσσεται· ἄμμιγα δʼ ὕδωρ
そこから彼らはローダノス川の深き流れへと進入した。この川はエーリダノス川へと合流し、
ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης
その合流点では混ざり合う水が沸き返りながら轟音を立てている。他方この川は、
ἐκ μυχάτης, ἵνα τʼ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός,
夜の門と住まいがある大地の最奥から湧き出て、
ἔνθεν ἀπορνύμενος τῇ μέν τʼ ἐπερεύγεται ἀκτὰς
一方ではオーケアノスの岸辺へと溢れ出で、
Ὠκεανοῦ, τῇ δʼ αὖτε μετʼ Ἰονίην ἅλα βάλλει,τῇ δʼ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον
他方ではイオニアの海へと注ぎ、
ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δʼ ἄρα τοῖολίμνας εἰσέλασαν δυσχείμονας, αἵ τʼ ἀνὰ Κελτῶν
さらに別の方角では七つの河口からサルディニアの海とその果てしない湾へと流れを放っている。彼らはそこから、
ἤπειρον πέπτανται ἀθέσφατον· ἔνθα κεν οἵγε
ケルト人の広大な大陸に広がっている風雨の激しい湖へと船を進めた。
ἄτῃ ἀεικελίῃ πέλασαν.2 φέρε γάρ τις ἀπορρὼξ
そこで彼らは無残な破滅に近づくところであった。というのも、一筋の分流がオーケアノスの湾へと注いでおり、
κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον
彼らはそれをあらかじめ知らずに突入しかけていたからである。
εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν.
そこに入れば、彼らは二度と引き返して生還することはできなかったであろう。
ἀλλʼ Ἥρη σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησεν
しかしヘーラーが天から飛び出し、
οὐρανόθεν προθοροῦσα· φόβῳ δʼ ἐτίναχθεν ἀυτῆς
ヘルキュニアの岩峰から叫び声をあげた。
πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ.
その叫びに誰もが一様に恐れおののいた。大いなるアイテールが恐ろしく鳴り響いたからである。
ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥʼ ἐνόησαν
彼らは女神によって引き返し、
τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν.
進むべき帰還の航路を悟った。
δηναιοὶ δʼ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο
彼らはヘーラーの教示によって、
Ἥρης ἐννεσίῃσι, διʼ ἔθνεα μυρία Κελτῶν
ケルト人とリギュス人の数知れぬ部族の間を敵に襲われることもなく通り抜け、
καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν
長い時間をかけて塩気ある海辺へと達した。女神が彼らの航行の間、
ἠέρα χεῦε θεὰ πάντʼ ἤματα νισσομένοισιν.
全日にわたって周囲に濃い霧を注ぎかけていたからである。
μεσσότατον δʼ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντεςΣτοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων
そして彼らは真ん中の河口を船で抜けて、
Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται3
ゼウスの息子たちのおかげで無事にストイカデス諸島へと上陸した。それゆえにこそ、
ἔμπεδον· οὐδʼ οἶον κείνης ἐπίκουροι ἕποντο
かの地には彼らの祭壇と神聖な儀礼が堅固に設けられているのである。彼らはその航海においてのみ救援者として付き従ったのではなく、
ναυτιλίης· Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας.
ゼウスはのちの時代の人々の船をも〔守るよう〕彼らに授けたのであった。
Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν
彼らは再びストイカデス諸島を離れ、アイタリア島へと渡った。
νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες
そこで彼らは疲弊し、
ἱδρῶ ἅλις· χροιῇ δὲ κατʼ αἰγιαλοῖο κέχυνται
小石で多量の汗を拭った。海岸にはそれと似た色合いの小石が散らばっており、
εἴκελαι· ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων·
彼らの円盤や神々しい武具もそこに残され、
ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.
またアルゴー港と名づけられた港もそこにある。
καρπαλίμως δʼ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο
そこから彼らは速やかに海のうねりを渡り、
Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες·
アウソニアのティレニア海岸を眺めつつ進んだ。
ἷξον δʼ Αἰαίης λιμένα κλυτόν· ἐκ δʼ ἄρα νηὸς
そしてアイアイエー島の誉れある港へと至り、
πείσματʼ ἐπʼ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην
船から係留索を浜辺の近くに投げ入れた。そこで彼らは、
εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν·
キルケーが海の湿り気で頭を洗い清めているのを見出した。
τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο.
彼女は夜の夢にひどく脅えていたからである。
αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιομύρεσθαι δόκεον· φλὸξ δʼ ἀθρόα φάρμακʼ ἔδαπτεν,
彼女の部屋も館のすべての囲いも血に濡れているように見え、
οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας, ὅστις ἵκοιτο·
かつて訪れた異国の男たちを魅了していたあの薬草の数々を炎が一挙に焼き尽くしていた。
τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι4 πορφύρουσαν,
そして彼女自らが手で汲み取った殺戮の血潮によってその紅蓮の炎を消し止めたところで、
χερσὶν ἀφυσσαμένη· λῆξεν δʼ ὀλοοῖο φόβοιο.
禍々しい恐怖がおさまったのである。
τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης
それゆえ夜が明けると彼女は目覚め、
ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν.
海のしずくで髪と衣服を洗い清めていたのだった。
θῆρες δʼ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν,
そして、肉食の獣にも似ず、また人間とも同じ体をしておらず、
οὐδὲ μὲν οὐδʼ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δʼ ἀπʼ ἄλλων
互いに異なった四肢を寄せ集めた獣たちが――
- 4.601οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας οἰωνὸς δύναται βαλέειν ὕπερ
διὰ ... βαλέειν ὕπερ は、前置詞(接頭辞)が動詞と分離した離脱(tmesis)を含む構文。διά は πτερὰ τανύσσας にかかって副詞的に「翼をいっぱいに広げて」と解することも可能だが、ここでは ὑπερβαλεῖν(飛び越える、横切る)の動詞に διὰ ... ὕπερ が二重前置詞的に関与しているか、あるいは διά が空間的通過(「その水面を横切って」)を表す副詞的用法として機能し、βαλέειν ὕπερ(=ὑπερβαλεῖν)が「越えて行く」を意味する。
- 4.636ἔνθα κεν οἵγε ἄτῃ ἀεικελίῃ πέλασαν
潜在・反実仮想を表す小辞 κεν (ἄν) と直説法アオリスト πέλασαν の結合による反実過去構文。「そのとき彼らは無残な破滅に近づいたであろう(実際にはヘーラーの介入によって近づかずに済んだ)」という事実と反する事態を表す。
- 4.651ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται
関係代名詞中性単数対格 ὃ は副詞的に「そのゆえに」「だからこそ」(διὸ δή と同義)として機能し、前文で述べられたディオスクーロイによる救済を理由として受けている。与格 τοῖσι はディオスクーロイ(ゼウスの息子たち)を指す。
- 4.667οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας, ὅστις ἵκοιτο· τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι
従属節 ὅστις ἵκοιτο は過去における反復的・一般的な事態を表す希求法(反復条件・一般関係節)。続く文の代名詞 τὴν は直前の φλόξ(女性名詞)を指し、「その炎を彼女自身が血で消し止めた」という意味をなす。
