- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.300-4.372
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アプシュルトス率いるコルキス勢がイストロス川の分流を抜けて先回りし航路を封鎖したため、アルゴナウタイは戦いを避けて金羊毛とメーデイアの処遇をめぐる休戦協定を結び、それを知ったメーデイアは激しい苦悩の中でイアソーンに裏切りを激しく詰問する。
οὔρεα Παφλαγόνων θηεύμενοι. οὐδὲ Κάραμβιν
パフラゴニアの山々を眺めつつ進んだ。彼らはカランビス岬を回ることもしなかった。
γνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη
風と天の炎の輝きが、
μεῖνεν, ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο.
彼らがイストロスの大いなる流れに達するまで留まり続けたからである。
Κόλχοι δʼ αὖτʼ ἄλλοι μέν, ἐτώσια μαστεύοντες,
コルキス人たちはといえば、ある者たちは当て所もなく捜し求めながら、
Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν·
ポントスの藍色の岩礁を通り抜けて行った。
ἄλλοι δʼ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν
だが別の者たちは川へと向かった。
Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς.
彼らを率いたのはアプシュルトスであり、彼は本流から分かれて「麗しの口」を切り進んだ。
τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης1
それゆえ彼は地峡を越えて先回りし、
κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο.
イオニア海の最奥の湾へと入って彼らを待ち受けた。
Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη,
というのも、イストロス川にはペウケーという名の島が囲まれており、
τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα,
それは三叉をなし、その幅広の側は海浜に向かって広がり、
στεινὸν δʼ αὖτʼ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶ
狭い頂角は川の流れに向き合っているからである。
σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος·
その両側で二つの河口が分かれている。一方を人々はナレクスと呼び、
τὴν δʼ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ
他方の最南端にあるものを「麗しの口」と呼ぶ。
Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν·
アプシュルトスとコルキス人たちはそこを通って先へといっそう速やかに突進した。
οἱ δʼ ὑψοῦ νήσοιο κατʼ ἀκροτάτης ἐνέοντο
一方、アルゴナウタイははるか遠く、
τηλόθεν. εἱαμενῇσι δʼ ἐν ἄσπετα πώεα λεῖπον
島の最も高い先端に沿って漕ぎ進んでいた。野に住まう羊飼いたちは、船への恐ろしさのあまり、
ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆρας
巨大な怪物の棲む海から這い上がってきた野獣を見る思いで、
ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας.
低地の草原に無数の家畜の群れを置き去りにした。
οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο,
トラキア人と混ざり合うスキタイ人も、
οὔτʼ οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐδὲ Σίγυννοι,
シギュンノイ人も、グラウケニオイ人も、
οὔτʼ οὖν Γραυκένιοι, οὔθʼ οἱ περὶ Λαύριον ἤδη
さらにラウリオンの周囲の広大な荒涼とした平原に住むシンドイ人も、
Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες.
かつてどこでも海の船など見たことがなかったからである。
αὐτὰρ ἐπεί τʼ Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα
しかし彼らがアングロス山と、
Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο,ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα
アングロス山から遠く離れたカウリアコス岩山――イストロス川はその周りで流れを二手に裂き、
βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο,
こちらとあちらの海へと注ぎ入れている――を過ぎ、ラウリオン平原を通り過ぎると、
δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδʼ ἐκπρομολόντες
その時コルキス人たちはクロノスの海へと進み出て、
πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους.
彼らが逃げおおせないよう、四方の航路を遮断した。
οἱ δʼ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δʼ ἐπέρησαν
アルゴナウタイは後から川を下り、
δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους.
近くにあるアルテミス・ブリュゲイスの二つの島へと渡った。
τῶν δʼ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον·
そのうち一方には神聖な神殿があった。
ἐν δʼ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο,
もう一方の島に、
βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους
彼らはアプシュルトスの大軍を警戒して上陸した。コルキス人たちがゼウスの娘を畏れ敬って、
αὔτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαι
数ある島々のうちその二つの島を無人のままにしておいたからである。
στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης.
しかし他の島々はコルキス人で埋め尽くされ、海の通路を封鎖していた。
ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσων
また同様に、島々の近くの海岸にも、
μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης.
サランゴン川からネスティスの地に至るまで大軍を残していた。
ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι
そのとき、
παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν
もし前もって大いなる争いを避けて盟約を結んでいなかったなら、
συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο,2
ミニュアイ人らは惨めな戦いの中で少勢ゆえに多勢に屈服したことであろう。
κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη
すなわち金羊毛については、アイエーテース自身が、
Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους,
もし彼らが試練を果たしたならば与えると約束したのだから、
ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν,
彼らが計略によってであれ、あるいは王の意に反して公然と奪い去ったのであれ、
εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων·αὐτὰρ Μήδειάν γε—τὸ γὰρ πέλεν ἀμφήριστον—
正当な権利として保持すること。
παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου,
しかしメーデイアについては――これこそが争いの種であったが――群衆を離れてレートーの娘に託し、
εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων,εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν,
掟を守る諸王の誰かが、彼女が父の家へ再び戻るべきか、
εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.
それともギリシアの地へ英雄たちに従うべきかを裁定するまで留め置くこと、と定めた。
ἔνθα δʼ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη,δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι
ここで乙女がこれらすべてのことを心の中で熟考したとき、
νωλεμές· αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων
鋭い苦悩が絶え間なく彼女の胸を揺さぶった。彼女は直ちに仲間たちから離れてイアソーンだけを呼び出し、
ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρʼ ἐλίασθεν
遥か遠くに退くまで別の場所へと連れて行き、
πολλὸν ἑκάς, στονόεντα δʼ ἐνωπαδὶς ἔκφατο μῦθον·
嘆きに満ちた言葉を面と向かって語った。
‘Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν
「アイソンの子よ、
ἀμφʼ ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκανἀγλαΐαι, τῶν δʼ οὔτι μετατρέπῃ, ὅσσʼ ἀγόρευες3
私を巡ってあなた方はどんな企てをまとめ上げたのですか。それとも輝かしい成功があなたをすっかり忘我に陥れ、
χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο
困窮に締め付けられていた時に語ったあの言葉を少しも顧みないのですか。救いを求める者の神ゼウスへの誓いはどこへ、
ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν;
あの甘やかな約束はどこへ行ってしまったのですか。
ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι
それらの約束を信じて、私は慎みを捨て恥知らずな意志によって、
πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας
祖国も宮殿の栄誉も、
νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα· τηλόθι δʼ οἴη
私にとって何より大切であった両親すらも捨て去ったのです。今や私はただ一人遠く離れ、
λυγρῇσιν κατὰ πόντον ἅμʼ ἀλκυόνεσσι φορεῦμαι
嘆かわしきカワセミとともに海原を漂っています。
σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν
あなたの苦難のために。
ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους.
あなたが牛たちの試練も大地から生まれた者たちの試練も無事に果たせるようにするために。
ὕστατον αὖ καὶ κῶας, ἐπεί τʼ ἐπαϊστὸν ἐτύχθη,
そして最後にあの金羊毛も、それが知られた時、
εἷλες ἐμῇ ματίῃ· κατὰ δʼ οὐλοὸν αἶσχος ἔχευα
私の狂気によってあなたは手に入れたのです。
θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε
私は女たちの上に破滅的な恥辱を注ぎました。それゆえ私は、あなたの娘としても、
αὐτοκασιγνήτη τε μεθʼ Ἑλλάδα γαῖαν ἕπεσθαι.
妻としても、実の妹としても、ギリシアの地へとあなたに従うと主張します。
πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην
今こそ何としても快く私を庇護し、
σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας.
王たちのもとへ赴きながら私をあなたから離れた孤独の身として置き去りにしないでください。
ἀλλʼ αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω
むしろこのまま私を守り通してください。そして正義があなたにとって揺るぎないものでありますように……」
- 4.307ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης
ὑποφθάνω は目的語(τούσγε、アルゴナウタイ)を取り「〜に先回りする」の意。分詞 βαλών は自動詞的ないし再帰的(ἑαυτόν の省略)に「(自らを/船を)投じる、突進させる」として機能し、ὕπερ αὐχένα γαίης(地峡を越えて)に係る。
- 4.338ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν συνθεσίην ... ἐτάμοντο
ἔνθα κε ... ὑπείκαθον は不変化小辞 κε (ἄν) と直説法過去(アオリスト的形態)による反実仮想過去を表し、「そのときミニュアイ人は屈服したであろうに」の意。続く ἀλλὰ πάροιθεν ... ἐτάμοντο(しかしその前に彼らは盟約を結んだ)によって事実に引き戻されている。
- 4.357τῶν δʼ οὔτι μετατρέπῃ, ὅσσʼ ἀγόρευες
動詞 μετατρέπομαι は「気にかける、顧みる」の意で属格(τῶν)を支配する。関係詞節 ὅσσʼ ἀγόρευες は関係代名詞 ὅσσα が先行詞 τῶν の格(属格)に牽引されず、従属節の動詞 ἀγόρευες の内的対格・直接目的語として対格にとどまっている。
