← ロドスのアポロニオス

アルゴナウティカ

§4.151-4.224

黄金の羊毛の奪取とアルゴー船の脱出

メーデイアの薬と呪文によって大蛇が眠りに落ち、イアーソーンは黄金の羊毛を手に入れて船へ帰還する。彼は仲間に防戦と即時出航を命じて纜を断ち、一方では娘の裏切りを知ったアイエーテース王がコルキス軍を率いて河岸に押し寄せる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
151

γηγενέος σπείρης,1 μήκυνε δὲ μυρία κύκλα,

大地の生みしとぐろの背骨を解きほぐし、数知れぬ輪を長く伸ばしていった。

οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν

それはあたかも、凪いだ海原にうねり転がり、

κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης

音もなく轟きもしない黒い大波のようであった。

ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας

しかしそれでもなお怪物は恐ろしい頭をもたげ、

155

ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν.

滅びをもたらす顎で二人を呑み込もうと激しく望んでいた。

ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷβάπτουσʼ ἐκ κυκεῶνος ἀκήρατα φάρμακʼ ἀοιδαῖς

だが乙女は、新たに刈り取った杜松の小枝を調合薬に浸し、

ῥαῖνε κατʼ ὀφθαλμῶν· περί τʼ ἀμφί τε νήριτος ὀδμὴ

呪文を唱えつつその濁りなき薬液を怪物の両眼に注ぎかけた。

φαρμάκου ὕπνον ἔβαλλε· γένυν δʼ αὐτῇ ἐνὶ χώρῃ

あたり一面に立ち込める薬の強い匂いが眠りをもたらした。怪物はその場に顎を投げ出して地に伏し、

160

θῆκεν ἐρεισάμενος· τὰ δʼ ἀπείρονα πολλὸν ὀπίσσω

その無辺のとぐろは遥か後方へと、

κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο.

木の幹の生い茂る森を貫いて伸び広がった。

ἔνθα δʼ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας,

そこでイアーソーンは、

κούρης κεκλομένης· ἡ δʼ ἔμπεδον ἑστηυῖα

乙女に促されて樫の木から黄金の羊毛を取り外した。彼女はその場に留まり立ち尽くし、

φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν

薬で野獣の頭を撫で続けていたが、

165

αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων

やがてイアーソーン自らが彼女に我が船へ引き返すよう命じると、

ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος.

彼女はアレースの鬱蒼とした聖林を後にした。

ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγληνὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο

処女が自らの部屋の屋根の隙間から上空に昇りくる満月の光を捉えようと薄い衣を差し出し、

λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορχαίρει δερκομένης2 καλὸν σέλας· ὧς τότʼ Ἰήσων

その美しい輝きを見つめて彼女の心が歓喜するように、

γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν·

そのときイアーソーンは歓喜に満ちて自らの両手で巨大な羊毛を抱え上げた。

καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ

その羊毛の輝きによって、

μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος.

炎に似た赤みが彼の金色の頬と額にとどまった。

ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο

それは一歳の雌牛、または狩人が「アカイア鹿」

175

γίγνεται, ἥν τʼ ἀγρῶσται ἀχαιινέην καλέουσιν,

と呼ぶ牝鹿の皮ほどの大きさがあり、

τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον.

表面は至る所黄金の綿毛で覆われていた。

βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν

密生した毛の重みに満ち、

αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο.

彼が進む足元には大地がいや増して絶えず輝いた。

ἤιε δʼ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳαὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δʼ αὖτε

彼はあるときはそれを高い首から足元まで左肩に纏い、

εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις

またあるときは巻き取って撫でさすりながら歩んだ。

ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται3 ἀντιβολήσας.

何人かの男や神が行き逢って自らから奪い去るのではないかと激しく恐れていたからである。

Ἠὼς μέν ῥ̓ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δʼ ἐς ὅμιλον

曙の光が大地に広がりゆく頃、

ἷξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες

二人は仲間の群れの許へ戻った。

185

λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δʼ ἕκαστος

若者たちはゼウスの雷光のように輝く巨大な羊毛を見て驚嘆した。誰もがそれに触れ、

ψαῦσαι ἐελδόμενος δέχθαι τʼ ἐνὶ χερσὶν ἑῇσιν.

自らの手で受け取ろうと熱望して立ち上がった。

Αἰσονίδης δʼ ἄλλους μὲν ἐρήτυε, τῷ δʼ ἐπὶ φᾶρος

だがアイソンの子は他の者たちを制し、

κάββαλε νηγάτεον· πρύμνῃ δʼ ἐνεείσατο κούρην

羊毛の上に新しい外套を投げ掛けた。そして乙女を船尾に乗せて休ませ、

ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν·

全員に向かって次のように言葉を語った。

190

‘μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι.

「友らよ、もはや故郷へと帰還することを躊躇してはならない。

ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδʼ ἀλεγεινὴνναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες,

われらが労苦に耐えてこの辛き航海を忍んできた目的たる必要な仕事は、

εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται.

乙女の機知によって首尾よく成し遂げられたのだ。

τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδʼ ἄκοιτιν

わたしはこの人を、

195

κουριδίην· ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσηςαὐτῶν θʼ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν

〔彼女が〕望むままに正妻として我が館へ迎え入れよう。だが汝らは、全アカイアの、

σώετε. δὴ γάρ που, μάλʼ ὀίομαι, εἶσιν ἐρύξων

そして汝ら自身の気高き救い主たるこの人を守るのだ。アイエーテースは川から海へと出るわれらを阻むべく、

Αἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο.

軍勢を率いて必ずや進み来るであろうと深く思われるからだ。

ἀλλʼ οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ

いざ、ある者たちは船に乗り、

200

ἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας

互いに席を並べて櫂を漕げ。

ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων,

また残る半数は牛革の盾を構え、

προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δʼ ἐνὶ χερσὶν

敵の投射を防ぐ素早い防壁として帰航を守れ。いまやわれらの手には、

παῖδας ἑοὺς πάτρην τε φίλην, γεραρούς τε τοκῆας

自らの子らと愛する祖国、

ἴσχομεν· ἡμετέρῃ δʼ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ,

そして老いた父母の運命がかかっている。全ギリシアが、恥辱を被るか偉大なる栄光を勝ち取るか、

205

ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι.’4

われらの進撃に懸かっているのだ」。

ὧς φάτο, δῦνε δὲ τεύχεʼ ἀρήια· τοὶ δʼ ἰάχησαν

彼はこう語り、戦の武具に身を固めた。

θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο

英雄たちは恐るべき気迫で歓声を上げた。イアーソーンは鞘から剣を抜き放ち、

σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματʼ ἔκοψεν.

船尾の舫い綱を断ち切った。

ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι

そして武装したまま乙女の近く、

210

Ἀγκαίῳ παρέβασκεν· ἐπείγετο δʼ εἰρεσίῃ νηῦς

舵取りアンカイオスの傍らに立った。船は川の外へと一刻も早く漕ぎ出そうと、

σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι.

懸命に櫂を漕ぐ者たちによって急ぎ進んだ。

ἤδη δʼ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις

すでに傲慢なアイエーテースと全コルキス人の間には、

Μηδείης περίπυστος ἔρως καὶ ἔργʼ ἐτέτυκτο.

メーデイアの情愛と犯した所業が知れ渡っていた。

ἐς δʼ ἀγορὴν ἀγέροντʼ ἐνὶ τεύχεσιν· ὅσσα δὲ πόντου

彼らは武具を身に帯びて広場へと集結した。

215

κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο,ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕληςφυλλοχόῳ ἐνὶ μηνί—τίς ἂν τάδε τεκμήραιτο;ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας,

冬の風によって海の大波が逆巻くほどに、

κλαγγῇ μαιμώοντες· ὁ δʼ εὐτύκτῳ ἐνὶ δίφρῳ

あるいは落葉の月に枝を茂らせた森から地に落ちる葉ほどに――誰がこれらを数え尽くせようか――無数の者たちが叫び声をあげ狂乱しながら川の岸辺に沿って進んでいった。その中でアイエーテースは、

220

Αἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν

太陽神が彼に授けた風の息吹に似た駿馬を駆り、

ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο,

見事な造りの戦車の上で際立っていた。

σκαιῇ μέν ῥ̓ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων,

左手には円形の盾を掲げ、

τῇ δʼ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δέ οἱ ἔγχος

右手には長大な松明を掲げていた。

ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δʼ ἵππων

その傍らには巨大な槍が真っ直ぐに突き出されていた。そして馬の轡は――

構文注4 件
  1. 4.151γηγενέος σπείρης

    直前の箇所の末尾の名詞句 δολιχὴν ἄκανθαν(長い背骨)にかかる限定属格(または定義の属格)。「大地より生まれし(怪物の)とぐろの(長い背骨)」の意で、行をまたぐ跨行構文(enjambment)を成している。

  2. 4.170δερκομένης

    直前の与格代名詞 οἱ(彼女の)を意味上の主語とする属格分詞。心(ἦτορ)にかかる所有属格(与格 οἱ が暗示する所有者に一致)と解するか、あるいは代名詞が省略された独立属格(「彼女が見つめるなかで」)と解する余地がある。いずれにしても「彼女が見つめるにつれてその心が歓喜する」という因果的・時間的ニュアンスを表す。

  3. 4.181περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται

    恐怖を表す動詞 δίεν(δείδω の未完了過去形)が接続詞 ὄφρα μή+直説法未来(または接続法短母音形)を伴って目的・懸念節を導く構文。「〜とならぬようにと激しく恐れた」の意。通常 μή を単独で用いるところを、叙事詩的な ὄφρα μή で受けている。

  4. 4.205ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι

    直前の主文 ἡμετέρῃ δʼ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ(全ギリシアがわれらの進撃に懸かっている)に対して、その結果や内容を補足する説明的不定詞(epexegetic infinitive)構文。「恥辱を被るか、大いなる栄光を勝ち取るか」という二者択一の帰結を ἀρέσθαι が支配している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.151-4.224