← ロドスのアポロニオス

アルゴナウティカ

§4.1116-4.1190

マクリスの洞窟でのイアソーンとメーデイアの婚礼

アレーテーの伝言を受けたイアソーンらは、マクリスの聖なる洞窟に金羊毛を敷いて急ぎ結婚の床を整え、ニュンペーや英雄たちの祝歌の中でメーデイアと契りを結ぶ。夜が明けると、アルキノオスは裁定を下すため黄金の笏を手に進み出て、人々やコルキス人たちも集まる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
1116

Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα

アイソンの子に乙女と契りを結び、

λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,

アルキノオス王には懇願しないようにと。というのも王は自ら進み出てコルキス人たちに、

παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸςἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν

もし彼女が乙女であるなら父の館へと引き渡すが、

1120

οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.

夫と寝床を共にしているならもはや契りを結んだ愛から引き離すことはしないと裁定を下すからである。

ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο,

彼女がそう語ると、使者の足は直ちに館の外へと彼を運び、

ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν

イアソーンに時宜を得た言葉、

Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.

すなわちアレーテーの助言と敬神の念厚いアルキノオスの意向を告げ知らせようとした。

τοὺς δʼ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας

使者は英雄たちが町の近くのヒュッロス港において、

1125

Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δʼ ἄρα πᾶσαν

武具を帯びて船の傍らで見張りをしているのを見出し、

πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου

すべての知らせを余すところなく伝えた。

ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.

英雄たち一人一人の心は歓喜した。使者が彼らにとってまことに喜ばしい言葉を告げたからである。

αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν,

彼らは直ちに、定められた慣わしに従って祝福された神々に酒杯を満たし、

ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλʼ ἐρύσαντες,

祭壇に敬虔に羊を引いて屠ると、

1130

αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν

その夜のうちに聖なる洞窟の中に乙女のための婚礼の床を整えた。

ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν,κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων

そこはかつて、蜜のように優しい心を持つアリスタイオス――蜜蜂の働きと、

ἔργα πολυκμήτοιό τʼ ἀνεύρατο πῖαρ ἐλαίης.

丹精込めて育てられるオリーブの豊かな油を見出した人物――の娘マクリスが住まっていた場所であった。

κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα

そのマクリスこそ最初に、

1135

Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳδέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,

かつてヘルメイアースが炎の中から救い出したゼウスのニュサの子をエウボイアのアバンテス人の地において懐に受け止め、

εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δʼ Ἥρη,

その乾いた唇を蜂蜜で潤した当人であった。

καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου.

しかしヘーラーがこれを目にして怒り、彼女を島全体から追放した。

ἡ δʼ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ

そこで彼女は遠く離れたパイエーケス人の聖なる洞窟に居を定め、

1140

νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν.

その地の住民たちに計り知れない繁栄をもたらしたのであった。

ἔνθα τότʼ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δʼ ὕπερθεν

その場所に、彼らは大きな寝床を敷き、

χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο

その上には輝かしい金羊毛を広げた。

τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιννύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις

婚礼が名誉あるものとなり、歌い継がれるものとなるように。

1145

ἐσφόρεον· πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη·

そしてニュンペーたちが摘み集めた色とりどりの花を白い懐に入れて運んできた。彼女たち全員を炎のような輝きが包み込んだ。

τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος.

それほどまばゆい光が黄金の毛房から放たれていたのである。

δαῖε δʼ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δʼ ἑκάστην

それは彼女たちの瞳に甘美な憧れを燃え上がらせた。触れてみたいと熱望しながらも、

αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι.

慎みが一人一人を押しとどめていた。

αἱ μέν τʼ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες·

ある者は河神アイガイオスの娘たちと呼ばれ、

1150

αἱ δʼ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο·

ある者はメリテイア山の峰々に住まう者、

αἱ δʼ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ

またある者は平野の森のニュンペーたちであった。ヘーラー自身がゼウスの妻として、

Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.

イアソーンを栄誉あるものとすべく彼女たちを促したのである。

κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρονΜηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν

その洞窟は今なおメーデイアの聖なる洞窟と呼ばれており、

1155

τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δʼ ἐνὶ χερσὶν

そこで彼女たちは芳しい薄絹を広げて二人を結び合わせた。一方、

δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν

英雄たちは敵の不意の群れが襲撃して武力で圧倒することのないよう、

δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,

武勇の槍を手に構え、

κράατα δʼ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν,

頭にはみずみずしい葉のついた小枝の冠を戴き、

ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος

オルペウスが響き渡る竪琴をつまびく音に合わせて、

1160

νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον.

花嫁の寝室の入り口で調子を揃えて婚礼の歌を歌った。

οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαιἥρως Αἰσονίδης, μεγάροις δʼ ἐνὶ πατρὸς ἑοῖο,

英雄アイソンの子はアルキノオスの地で婚姻を遂げようとは望んでおらず、

νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὧς δὲ καὶ αὐτὴ

イオールコスへと帰還したのちに父の館で執り行おうと望んでいたのであり、

Μήδεια φρονέεσκε· τότʼ αὖ χρεὼ ἦγε μιγῆναι.

メーデイア自身もそう考えていた。だがこのときは必然が二人を結び合わせたのである。

1165

ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων

しかしながら、苦難に耐える我々人間という種族は、

τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί·1 σὺν δέ τις αἰεὶ

決して満ち足りた足取りで歓喜に踏み入ることはない。

πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.

常に何かしら苦い憂いが歓びの傍らに寄り添うものである。

τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι

それゆえ彼らもまた、甘美な愛に心を和らげながらも、

δεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.2

アルキノオスの下す裁定が果たして成就するのかという恐れを抱いていた。

1170

Ἠὼς δʼ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν

やがて暁が神聖な光を放って昇り、

λῦε κελαινὴν νύκτα διʼ ἠέρος· αἱ δʼ ἐγέλασσανἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν

大気を通じて暗い夜を払った。島の渚は微笑み、

ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς·

露に濡れた遠くの平野の小道も輝いた。街路には人々のざわめきが起こった。

κίνυντʼ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δʼ ἀποτηλοῦ

住民たちは町の中で動き出し、

1175

Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο.

遠く離れたマクリスの半島の端ではコルキス人たちも動き始めた。

αὐτίκα δʼ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν

直ちにアルキノオスは、乙女に関する自らの考えを告げるべく、

ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δʼ ὅγε χειρὶ

定めた協定に従って出立した。

σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ

彼の手には黄金の裁判の笏が握られており、

ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας.

そのもとで民は町じゅうで正しい裁定を受けていた。

1180

τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες

彼に続いて、パイエーケス人の最も優れた者たちも次々に武具を身に纏い、

Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο.

隊列をなして進んだ。

ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργωνβαῖνον ἐποψόμεναι· σὺν δʼ ἀνέρες ἀγροιῶταιἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν

女たちは城壁の外へと群れをなして英雄たちを見物に出かけ、

1185

Ἥρη ἐπιπροέηκεν. ἄγεν δʼ ὁ μὲν ἔκκριτον ἄλλων

田舎の男たちもヘーラーが真実の報せを広く伝えたのを聞きつけて集まってきた。ある者は群れの中から選び抜いた雄羊を引き、

ἀρνειὸν μήλων, ὁ δʼ ἀεργηλὴν ἔτι πόρτιν·ἄλλοι δʼ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου

ある者はまだ働かせていない雌牛を引き、

κίρνασθαι· θυέων δʼ ἀποτηλόθι κήκιε λιγνύς.

またある者は酒を調合するためにワインのアンフォラを傍らに据えた。生贄の煙が遠くまで立ち上った。

αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες,

女たちは、女の慣わしとして、丹精込めて織り上げた薄布や、

1190

μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν

黄金の装飾品、さらには様々な装身具を携えて運んできた。

構文注3 件
  1. 4.1165οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί

    三人称中性複数(集合名詞)の主語φῦλαに対して、主動詞が一人称複数アオリストのἐπέβημενとなっている構文上の破格(意味的一致、constructio ad sensum)。語り手が読者や人類一般を含む形で「我々人間は……」と自らを包摂している。動詞ἐπιβαίνωは属格τερπωλῆς(喜び)を支配し、与格句ὅλῳ ποδίは様態の与格で「満ち足りた足取りで/全身全霊で」を表す慣用表現。

  2. 4.1169δεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο

    δεῖμα ἔχεν(恐れが[彼らを]捕らえていた)に続くεἰ節は、条件節ではなく間接疑問節「アルキノオスの裁定が果たして成就するかどうか」として機能している(εἰ+希求法τελέοιτο)。主節が過去の事態(未完了過去ἔχεν)であるため、従属節の希求法は過去における間接話法・従属希求法(optative in indirect question)である。

  3. 4.1116ἐποτρυνέουσα μιγῆναι Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα λίσσεσθαι

    直前の箇所の末尾にある分詞ἐποτρυνέουσα(促しながら)が、対格(意味上の主語)と不定詞(μιγῆναιおよびλίσσεσθαι)を従えている構文。否定辞μήが不定詞λίσσεσθαιを修飾して「懇願しないようにと」という促しの内容を形成している。

    本文中の位置は未特定

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.1116-4.1190