← ロドスのアポロニオス

アルゴナウティカ

§3.514-3.588

吉兆によるメーデイアへの助力要請の決定

ペーレウスに続いて勇士たちが奮起するが、アルゴスと予言者モプソスは吉兆の鳥占いに基づいてメーデイアの助力を仰ぐことを提案し、イーダースの激しい反対をよそにイアーソーンはその策を採用して船を進める。一方アイエーテースは集会を開き、英雄たちを滅ぼすための謀略を固める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
514

σχήσομʼ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.’

私は躊躇しない、死こそが最も過酷な苦痛にすぎないのだから。」

515

ὧς ἔφατʼ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη·

アイアコスの子はこう語った。するとテラモーンの心は奮い立ち、

σπερχόμενος δʼ ἀνόρουσε θοῶς· ἐπὶ δὲ τρίτος Ἴδας

勢いよく素早く跳び起きた。三番目には誇り高きイーダースが立ち上がり、

ὦρτο μέγα φρονέων, ἐπὶ δʼ υἱέε Τυνδαρέοιο·

続いてテュンダレオースの二人の息子たちも立ち上がった。

σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσινἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους

さらには、まだ初髭が萌え出ることさえない年頃でありながら、

520

ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός.

壮年の勇士たちに伍するオイネウスの子も加わった。それほどまでに強い力で彼の心は高揚していたのである。

οἱ δʼ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δʼ Ἄργος

だが他の者たちは彼らに譲って沈黙を保っていた。するとすぐにアルゴスが、

τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου·

試練に挑もうと熱望する者たちに向けてこのような言葉を語りかけた。

‘ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον.1 ἀλλά τινʼ οἴω

「友らよ、確かにそれは最後の手段である。だが私の母から、

μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν.

そなたたちにとって何らかの相応しい助けがあるだろうと私は思う。

525

τῶ καί περ μεμαῶτες, ἐρητύοισθʼ ἐνὶ νηὶ

それゆえ、たとえ気がはやるとしても、

τυτθὸν ἔθʼ, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης

以前と同じように今少しの間だけ船にとどまり、自制してほしい。

λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι.

破滅的な宿命を無謀に選ぶよりは、事態を見守ることのほうが何としても勝っているからだ。

κούρη τις μεγάροισιν ἐνιτρέφετʼ Αἰήταο,

アイエーテースの館にはある娘が育てられており、

τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι

女神ヘカテーが彼女に、

530

φάρμαχʼ, ὅσʼ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ,

大陸と満ちあふれる水が育むあらゆる薬草を調合することを格別に教え授けた。

τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετʼ ἀυτμή,

それらを用いれば、尽きることのない火の息をも鎮め、

καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας,

激しく轟き流れる河川をも忽ち止め、

ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους.

星々と神聖な月の軌道をも縛るのだ。

τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδʼ ἰόντες

ここへ向かう道すがら館から歩みながら、

535

μνησάμεθʼ, εἴ κε δύναιτο,2 κασιγνήτη γεγαυῖα,

私たちは彼女のことを思い起こしたのだ、彼女の姉妹である我らの母が、

μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ.

試練を助けてくれるよう彼女を説得できるのではないかと。

εἰ δὲ καὶ αὐτοῖσιν τόδʼ ἐφανδάνει, ἦ τʼ ἂν ἱκοίμηνἤματι τῷδʼ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο

もしそなたたち自身にもこれが良いと思われるなら、

πειρήσων· τάχα δʼ ἂν σὺν δαίμονι πειρηθείην.’

私は今日この日のうちに再びアイエーテースの館へ赴いて試みよう。神の助けによって試みが実を結ぶやもしれぬ。」

540

ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες.

彼がこう語ると、神々は彼らに好意ある兆しを与えた。

τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς

一羽の怯えた鳩が鷹の猛威を逃れ、

ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις·

高みから恐れおののきつつアイソンの子の懐へと飛び込んできた。

κίρκος δʼ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος

そして鷹は船尾飾りの上へと落ちた。

τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν·

モプソスは直ちに皆の只中で預言者としてこのような言葉を告げた。

545

‘ὔμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται·

「友らよ、そなたたちにこの兆しは神々の意志によって成されたものだ。

οὐδέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,

これを他のいかなる形に解釈するのも良策ではない。

παρθενικὴν δʼ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας

言葉を尽くしてあの乙女のもとへと赴き、

μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν,

あらゆる計略を用いて彼女を取りなすべきだ。

εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον

もしピネウスがキュプリス女神の御心によって我らの帰郷が叶うと真に告げていたのなら、

550

πέφραδεν ἔσσεσθαι. κείνης δʼ ὅγε μείλιχος ὄρνις

彼女が我らを軽んじることはないと思う。その女神の穏やかな鳥が、

πότμον ὑπεξήλυξε· κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ

まさに死の運命を逃れたのだ。私の胸の内の心がこの鳥占いに従って予見するように、

τόνδε κατʼ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο.

どうかその通りになりますように。

ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,

友らよ、キュテレイアの加護を祈り求めつつ、

ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε.’

今すぐアルゴスの勧めに従うがよい。」

555

Ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς

彼が語り終えると、

μνησάμενοι· μοῦνος δʼ Ἀφαρήιος ἄνθορεν Ἴδας,

若者たちはピネウスの言いつけを思い起こして賛同した。ただアパレウスの子イーダースのみが跳び起き、

δείνʼ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε·

激怒して大声を張り上げて叫んだ。

‘ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδʼ ἔβημεν,

「おお、なんということだ、我らはここに女たちの道連れとしてやって来たのか。

οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι,

キュプリスが我らの助け手となることを呼び求め、

560

οὐκέτʼ Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας

もはやエニュアリオスの大いなる武威を求めぬ者たちなのか。

καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων;

そなたたちは鳩や鷹を見つめて試練から退くというのか。

ἔρρετε, μηδʼ ὔμμιν πολεμήια ἔργα μέλοιτο,

去れ、戦の業など気にかけるな、

παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.’

祈りの言葉で無力な乙女たちをたぶらかすがよい。」

ὧς ηὔδα μεμαώς· πολέες δʼ ὁμάδησαν ἑταῖροι

彼が猛り狂って語ると、多くの仲間たちは低くざわめき合ったが、

565

ἦκα μάλʼ, οὐδʼ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.

誰一人彼に向かって反対の言葉を口にする者はいなかった。

χωόμενος δʼ ὅγʼ ἔπειτα καθέζετο· τοῖσι δʼ Ἰήσων

イーダースは怒りに震えながら腰を下ろした。

αὐτίκʼ ἐποτρύνων τὸν ἑὸν νόον ὧδʼ ἀγόρευεν·

そこでイアーソーンが直ちに自らの決意を促し、このように告げた。

‘Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,

「これが皆の意にかなった以上、

στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο

アルゴスは船を離れて出立せよ。だが我ら自身は川から陸へと、

570

ἀμφαδὸν ἤδη πείσματʼ ἀνάψομεν. ἦ γὰρ ἔοικεν

今や公然ととも綱を結びつけることにしよう。もはやこれ以上、

μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν.’

戦いの叫びを恐れて身を隠しているべきではないからだ。」

ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι

彼はこう語り、

καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δʼ ἐπὶ νηὸς

アルゴスを直ちに再び都へと速やかに赴かせた。

εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο

そして彼らはアイソンの子の命に従って船の錨石を引き上げ、

575

τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.

湿地から少し離れた陸地へと櫂を漕いで船を寄せた。

αὐτίκα δʼ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων

その時アイエーテースは、

νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,

ミーニュアースの民に堪えがたい策略と苦難を企みつつ、

ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων.

館を離れてかつても座していた場所でコルキス人たちの集会を開いた。

στεῦτο δʼ, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνταιἄνδρα τόν, ὅς ῥʼ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,

そして、重い試練に苦心して挑むことを引き受けたあの男を牛たちが八つ裂きにしたなら、

δρυμὸν ἀναρρήξας λασίης καθύπερθε κολώνηςαὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρʼ ἀλεγεινὴν

直ちに鬱蒼とした丘の上の森を切り倒し、あの船を乗組員もろとも焼き払って、

ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.

彼らが傲慢な企てを巡らせたあの忌まわしい驕りを吐き出させてやると言い放った。

οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα

なぜなら、たとえ〔彼が〕どれほど切に望んでいたとしても、

585

δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντωνξείνων μελιχίῃ τε θεουδείῃ τʼ ἐκέκαστο,

あらゆる客人のなかでも温厚さと神への畏敬において際立っていたアイオロスの血を引くプリクソスでさえ、

εἰ μή3 οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκεν

もしゼウス自身が天から使者ヘルメイアースを遣わして親愛なるもてなしを受けさせようとしなかったならば、

Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν·

自分の館の炉辺に迎え入れることはなかったはずだからである。

構文注3 件
  1. 3.523ἤτοι μὲν τόδε λοίσθιον

    繋辞ἐστίνの省略を補って「確かにこれは最後の手段である」と解釈した。指示代名詞τόδεは、直前に勇士たちが力尽くで試練を引き受けようと立ち上がった行動全体を指している。

  2. 3.535μνησάμεθʼ, εἴ κε δύναιτο

    接続詞εἴ(κεを伴う)と希求法δύναιτοの組み合わせは、期待・希望を含む間接疑問「〜できるかどうか(と思い巡らした)」あるいは目的的条件節「〜できるかもしれないと」を表す。

  3. 3.584οὐδὲ γὰρ Αἰολίδην Φρίξον... δέχθαι... εἰ μή

    不定詞δέχθαιは直前の動詞στεῦτο(言明した、言い張った)に統語的に依存する間接話法である。文脈上、過去の事実に反する仮定文(反実仮想)を間接話法で表現したものであり、直説法過去(ἂν ἐδέξατο)に相当する内容を不定詞で表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.514-3.588