← ロドスのアポロニオス

アルゴナウティカ

§1.382-1.455

アルゴー船の進水とイドモンの予言

アルゴー船が無事進水して艤装され、中央の席がヘラクレスとアンカイオスに割り当てられる。アポロンの祭壇が築かれて牛が屠られ、予言者イドモンが遠征の成就と自らの死を告げる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
382

βήσαθʼ, ἵνʼ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι·

ティピュスは船に乗り込み、時宜を得て若者たちが船を引くよう促した。

κεκλόμενος δʼ ἤυσε μάλα μέγα· τοὶ δὲ παρᾶσσον

彼は声を張り上げ、大声で叫んだ。

ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ

彼らは直ちに自らの腕力で一斉に力を込め、

385

νειόθεν ἐξ ἕδρης,1 ἐπὶ δʼ ἐρρώσαντο πόδεσσιν

ただ一撃の勢いで船を底の据え所から突き動かし、

προπροβιαζόμενοι· ἡ δʼ ἕσπετο Πηλιὰς Ἀργὼ

前へ前へと力づくで踏み出しながら足を踏ん張った。ペーリオンのアルゴー船は極めて素早く滑り出し、

ῥίμφα μάλʼ· οἱ δʼ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες.

彼らは突進しながら両側から鬨の声を上げた。

αἱ δʼ ἄρʼ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες

頑丈な竜骨の下で円材がこすれてきしみ、

τριβόμεναι περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς

その重みのために円材の周りからは暗い煙が立ち上った。

390

βριθοσύνῃ, κατόλισθε δʼ ἔσω ἁλός· οἱ δέ μιν αὖθι

船は海の中へと滑り落ち、彼らはそれ以上進まぬよう、

ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν.

手綱を引いてその場で船を押しとどめた。

σκαλμοῖς δʼ ἀμφὶς ἐρετμὰ κατήρτυον· ἐν δέ οἱ ἱστὸν

そして彼らは橈杭の周りに櫂を取り付け、

λαίφεά τʼ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο.

船の中に帆柱と巧みに作られた帆、そして糧食を積み込んだ。

αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν,

それから彼らは入念に一つ一つの品々を整え終えると、

395

κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο,

まずくじによって腰掛け板を分け合い、

ἄνδρʼ ἐντυναμένω δοιὼ μίαν·2 ἐκ δʼ ἄρα μέσσην

二人一組で一つの席に就いた。だが英雄たちのうち、

ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων

他の者たちと離して、

Ἀγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν.

ヘラクレスとテゲアの砦に住んでいたアンカイオスのために中央の席を選び出した。

τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο

この二人だけに、くじによることなく、

400

αὔτως, οὔτι πάλῳ·3 ἐπὶ δʼ ἔτρεπον αἰνήσαντες

そのまま中央の席を残しておいたのである。そして一同の賛同のもと、

Τῖφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι.

端麗な舳先を持つ船の舵を執る役目をティピュスに委ねた。

ἔνθεν δʼ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες

次いで彼らは海辺の小石を近くから運び上げ、その場に海辺のアポロン、

νήεον αὐτόθι βωμὸν ἐπάκτιον Ἀπόλλωνος,

すなわちアクティオス(浜辺の神)

Ἀκτίου Ἐμβασίοιό τʼ ἐπώνυμον· ὦκα δέ τοίγε

およびエムバシオス(乗船の神)の名を冠する祭壇を築いた。

405

φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης.

そして直ちに乾いたオリーブの丸太をその上に敷き並べた。

τείως δʼ αὖτʼ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες

その間に、

βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δʼ ἐρύσαντο

アイソンの子の牛飼いたちが群れから二頭の牛を引いて送り届けてきた。

κουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἱ δʼ ἄρʼ ἔπειτα

仲間たちのうち若い者たちがそれらを祭壇の近くへ引き寄せ、

χέρνιβά τʼ οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ἰήσων

次いで手水と挽き麦を用意した。

410

εὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα·

そしてイアソンは父祖のアポロンに呼びかけて祈りを捧げた。

‘κλῦθι ἄναξ, Παγασάς τε πόλιν τʼ Αἰσωνίδα ναίων,

『主よ、お聞きください。

ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης

パガサイと、我が父の名を冠する町アイソニスに住まい、私がピュートーで神託を求めたとき、

Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθʼ ὁδοῖο

旅の完遂と航路の果てを告げ示そうと約束してくださった神よ。

σημανέειν, αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων·

なぜなら、あなた御自身がこの試練の原因となられたのですから。

415

αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις

今、あなた御自身が船を無事な仲間たちとともにかの地へ、

κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δʼ ἂν ὀπίσσω

そして再びギリシアへと導いてください。

τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων

我らが生きて帰るのと同じ数だけの見事な牡牛の生贄を、

ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν· ἄλλα δὲ Πυθοῖ,

後ほど再びあなたの祭壇に捧げましょう。またピュートーへも、

ἄλλα δʼ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω.

そしてオルテュギアへも、さらに無数の贈り物を運び届けます。

420

νῦν δʼ ἴθι, καὶ τήνδʼ ἧμιν, Ἑκηβόλε, δέξο θυηλήν,

今おいでになり、我らのためにこの供犠を受け入れてください、遠矢射る神よ。

ἥν τοι τῆσδʼ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς

我らがこの船の乗船の返礼として、

πρωτίστην· λύσαιμι δʼ, ἄναξ, ἐπʼ ἀπήμονι μοίρῃ

真っ先にあなたへ捧げる供犠を。主よ、あなたの深慮によって、

πείσματα σὴν διὰ μῆτιν· ἐπιπνεύσειε δʼ ἀήτης

禍いなき運命のもとで私がとも綱を解くことができますように。そして我らが晴天のうちに海へと進み行けるような、

μείλιχος, ᾧ κʼ ἐπὶ πόντον ἐλευσόμεθʼ εὐδιόωντες.’

穏やかな追い風が吹きますように。』

425

ἦ, καὶ ἅμʼ εὐχωλῇ προχύτας βάλε. τὼ δʼ ἐπὶ βουσὶν

こう祈り、祈願とともに挽き麦を投じた。

ζωσάσθην, Ἀγκαῖος ὑπέρβιος, Ἡρακλέης τε.

怪力無双のアンカイオスとヘラクレスの二人は身支度をして牛たちに向かった。

ἤτοι ὁ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μέτωπα

ヘラクレスは棍棒で牛の頭の真ん中、

πλῆξεν, ὁ δʼ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ·

額のあたりを打ち据え、牛はその場で崩れ落ちて大地に倒れ込んだ。

Ἀγκαῖος δʼ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας

アンカイオスはもう一頭の幅広い首筋を青銅の斧で打ち払い、

430

χαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας·

強靭な腱を断ち切った。

ἤριπε δʼ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν.

牛は両の角を投げ出してどうと倒れた。

τοὺς δʼ ἕταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας,

仲間たちは速やかに牛を屠り、皮を剥ぎ、切り分け、

κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρʼ ἐτάμοντο,

切り刻んで、神聖な腿の骨を切り取った。

κὰδ δʼ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ

そしてそれらすべてを脂身で厚く覆い、

435

καῖον ἐπὶ σχίζῃσιν· ὁ δʼ ἀκρήτους χέε λοιβὰςΑἰσονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμων

薪の上で焼き尽くした。アイソンの子は混じり気のない神酒を注ぎ、

πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν

一方イドモンは供犠から四方へ輝きわたる炎と、

πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν·

吉兆を示す紅の渦を巻いて立ち上る煙を眺めて喜んだ。

αἶψα δʼ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο·

そして直ちにレトの子の神意をためらうことなく明かした。

440

‘ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι

『神々の定めと必然により、

ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δʼ ἐνὶ μέσσῳ

そなたたちが金羊毛を携えてここへ帰還することは定められている。だがかの地へ行き、

κεῖσέ τε δεῦρό τʼ ἔασιν ἀνερχομένοισιν ἄεθλοι.

またここへ戻り来る途上には、数知れぬ試練が待ち受けている。

αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ

しかし私自身は、神の忌まわしい定めのもと、

τηλόθι που πέπρωται ἐπʼ Ἀσίδος ἠπείροιο.

アジアの大陸のどこか遠くで死ぬことが定められている。

445

ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν

このように前々から不吉な鳥の兆しによって自らの過酷な運命を知りながらも、

πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρʼ ἐπιβαίην

私は船に乗り込むために、

νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.’

そして船出ののちに名声が我が家に残るようにと、故郷を去って来たのだ。』

ὧς ἄρʼ ἔφη· κοῦροι δὲ θεοπροπίης ἀίοντες

彼はこう語った。若者たちは託宣を聞いて帰還の定めを喜んだが、

νόστῳ μὲν γήθησαν, ἄχος δʼ ἕλεν Ἴδμονος αἴσῃ.

イドモンの運命には悲痛な思いに捕らわれた。

450

ἦμος δʼ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ,

太陽が真昼の静かな歩みを過ぎ、

αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι,

傾いた太陽が夕暮れの暗闇へと移りゆくにつれて、

δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο,4

岩山の陰が耕地を覆い始めたとき、

τῆμος ἄρʼ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖανφυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο

一同はすでに灰色の海辺の前の砂の上に厚い敷き葉を敷き詰め、

455

κέκλινθʼ ἑξείης· παρὰ δέ σφισι μυρίʼ ἔκειτο

順序正しく横たわった。彼らの傍らには無数の……

構文注4 件
  1. 1.383τοὶ δὲ παρᾶσσον / ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ / νειόθεν ἐξ ἕδρης

    ᾧ κράτεϊ βρίσαντες は「自らの力で(身を)重く傾けて/力を込めて」の意で、再帰的な含意を持つ。ἰῇ ἐρωῇ(一撃の勢いをもって)は与格副詞句として動詞 στυφέλιξαν(突き動かした)に係り、船を船台の底から一気に押し出した力強い動作を表す。

  2. 1.396ἄνδρʼ ἐντυναμένω δοιὼ μίαν

    ἄνδρε(2人の男)と ἐντυναμένω(就く、整える)は双数主格であり、主節の主語(彼ら)に対する配分的な同格の分詞構文。「2人の男が1つの(席に)就く形で」を意味し、μίαν は直前の κληῖδας(腰掛け板)を指す単数対格女性形。

  3. 1.399τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο / αὔτως, οὔτι πάλῳ

    τοῖς ... οἴοισιν は利益の与格で「この二人だけに」の意。副詞 αὔτως は「そのまま、くじを引くことなしに(後続の οὔτι πάλῳ で敷衍)」を意味し、二人の卓越した武勇に敬意を表して例外的に指定されたことを示す。

  4. 1.452δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο

    ἠελίοιο κλίνοντος は属格絶対構文で、前行の ἠέλιος παραμείβεται(直説法現在)に続いて、夕刻へと移行する光景を描写する。δειελινὸν ... ὑπὸ ζόφον は「夕暮れの薄暗がりへと」を意味する方向・帰着の前置詞句。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:1.382-1.455