§7.43.1ἀπικομένου δὲ τοῦ στρατοῦ ἐπὶ ποταμὸν Σκάμανδρον, ὃς πρῶτος ποταμῶν, ἐπείτε ἐκ Σαρδίων ὁρμηθέντες ἐπεχείρησαν τῇ ὁδῷ, ἐπέλιπε τὸ ῥέεθρον οὐδʼ ἀπέχρησε τῇ στρατιῇ τε καὶ τοῖσι κτήνεσι πινόμενος·
군대가 스카만드로스 강에 이르렀을 때, 이 강은 그들이 사르디스에서 출발하여 길을 나선 이래로, 그 흐름이 말라버려 군대와 가축들이 마시기에 충분하지 못했던 최초의 강이었다.
ἐπὶ τοῦτον δὴ τὸν ποταμὸν ὡς ἀπίκετο Ξέρξης, ἐς τὸ Πριάμου Πέργαμον ἀνέβη ἵμερον ἔχων θεήσασθαι·
크세르크세스는 이 강에 도착하자, 그곳을 구경하고자 하는 열망을 품고 프리아모스의 페르가몬으로 올라갔다.
§7.43.2θεησάμενος δὲ καὶ πυθόμενος ἐκείνων ἕκαστα τῇ Ἀθηναίῃ τῇ Ἰλιάδι ἔθυσε βοῦς χιλίας, χοὰς δὲ οἱ Μάγοι τοῖσι ἥρωσι ἐχέαντο.
그는 구경을 마치고 그곳의 일들에 대해 낱낱이 물어본 뒤, 일리아스의 아테나에게 암소 천 마리를 제물로 바쳤고, 마고스들은 영웅들에게 헌주를 올렸다.
ταῦτα δὲ ποιησαμένοισι νυκτὸς φόβος ἐς τὸ στρατόπεδον ἐνέπεσε.
그들이 이 일들을 마친 뒤, 밤중에 진영에 공포가 엄습했다.
ἅμα ἡμέρῃ δὲ ἐπορεύετο ἐνθεῦτεν, ἐν ἀριστερῇ μὲν ἀπέργων Ῥοίτιον πόλιν καὶ Ὀφρύνειον καὶ Δάρδανον, ἥ περ δὴ Ἀβύδῳ ὅμουρος ἐστί, ἐν δεξιῇ δὲ Γέργιθας Τευκρούς.
날이 밝자 그는 그곳을 떠나 행진하였는데, 왼쪽에는 로이티온 시와 오프리네온, 그리고 아비도스와 접경해 있는 다르다노스를 지나쳤고, 오른쪽에는 테우크로이인들의 게르기테스를 두었다.