§5.120.1βουλευομένοισι δέ σφι ταῦτα παραγίνονται βοηθέοντες Μιλήσιοί τε καὶ οἱ τούτων σύμμαχοι·
이들이 이 문제를 두고 의논하고 있을 때, 밀레토스인들과 그들의 동맹군이 원군으로 도착했다.
ἐνθαῦτα δὲ τὰ μὲν πρότερον οἱ Κᾶρες ἐβουλεύοντο μετῆκαν, οἳ δὲ αὖτις πολεμέειν ἐξ ἀρχῆς ἀρτέοντο.
이에 카리아인들은 이전에 논의하던 안을 포기하고, 다시 처음부터 싸울 준비를 갖추었다.
καὶ ἐπιοῦσί τε τοῖσι Πέρσῃσι συμβάλλουσι καὶ μαχεσάμενοι ἐπὶ πλέον ἢ πρότερον ἑσσώθησαν·
그리고 그들은 진격해 오는 페르시아인들과 격돌하였으나, 전투 끝에 이전보다 더 심하게 패배했다.
πεσόντων δὲ τῶν πάντων πολλῶν μάλιστα Μιλήσιοι ἐπλήγησαν.
전체적으로 많은 이가 전사했으나, 특히 밀레토스인들이 가장 큰 타격을 입었다.