§4.91.1ἐπὶ τοῦτον ὦν τὸν ποταμὸν ἀπικόμενος ὁ Δαρεῖος ὡς ἐστρατοπεδεύσατο, ἡσθεὶς τῷ ποταμῷ στήλην ἔστησε καὶ ἐνθαῦτα, γράμματα ἐγγράψας λέγοντα τάδε. §4.91.2Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλιστον παρέχονται πάντων ποταμῶν·
\n다리우스는 이 강에 이르러 진을 친 뒤, 그 강이 마음에 들어 이곳에도 비석을 세우고 다음과 같이 말하는 글을 새겨 넣었다.\n\n“테아로스강의 발원지는 모든 강 가운데 가장 훌륭하고 가장 아름다운 물을 제공한다.
καὶ ἐπʼ αὐτὰς ἀπίκετο ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνὴρ ἄριστος τε καὶ κάλλιστος πάντων ἀνθρώπων, Δαρεῖος ὁ Ὑστάσπεος, Περσέων τε καὶ πάσης τῆς ἠπείρου βασιλεύς. ταῦτα δὲ ἐνθαῦτα ἐγράφη.
그리고 모든 인간 가운데 가장 훌륭하고 가장 아름다운 사람인 히스타스페스의 아들이자 페르시아인들과 온 대륙의 왕 다리우스가, 스키타이인들을 향해 군대를 이끌고 진격하던 중 이 발원지들에 이르렀다.”\n이러한 일들이 여기에 기록되었다.