§3.95.1τὸ μὲν δὴ ἀργύριον τὸ Βαβυλώνιον πρὸς τὸ Εὐβοϊκὸν συμβαλλόμενον τάλαντον γίνεται ὀγδώκοντα καὶ ὀκτακόσια καὶ εἰνακισχίλια τάλαντα·
바빌로니아 탈란톤으로 된 은은 에우보이아 탈란톤으로 환산하면 9,880탈란톤이 된다.
τὸ δὲ χρυσίον τρισκαιδεκαστάσιον λογιζόμενον, τὸ ψῆγμα εὑρίσκεται ἐὸν Εὐβοϊκῶν ταλάντων ὀγδώκοντα καὶ ἑξακοσίων καὶ τετρακισχιλίων.
그리고 금은 13배의 가치로 계산되므로, 금모래는 에우보이아 탈란톤으로 4,680탈란톤에 이르는 것으로 밝혀진다.
§3.95.2τούτων ὦν πάντων συντιθεμένων τὸ πλῆθος Εὐβοϊκὰ τάλαντα συνελέγετο ἐς τὸν ἐπέτειον φόρον Δαρείῳ μύρια καὶ τετρακισχίλια καὶ πεντακόσια καὶ ἑξήκοντα·
따라서 이 모든 것을 합산하면, 다레이오스를 위해 연간 세금으로 징수된 총액은 에우보이아 탈란톤으로 14,560탈란톤에 달한다.
τὸ δʼ ἔτι τούτων ἔλασσον ἀπιεὶς οὐ λέγω.
이것보다 더 적은 우수리는 나는 제외하고 언급하지 않는다.