§3.95.1τὸ μὲν δὴ ἀργύριον τὸ Βαβυλώνιον πρὸς τὸ Εὐβοϊκὸν συμβαλλόμενον τάλαντον γίνεται ὀγδώκοντα καὶ ὀκτακόσια καὶ εἰνακισχίλια τάλαντα· τὸ δὲ χρυσίον τρισκαιδεκαστάσιον λογιζόμενον, τὸ ψῆγμα εὑρίσκεται ἐὸν Εὐβοϊκῶν ταλάντων ὀγδώκοντα καὶ ἑξακοσίων καὶ τετρακισχιλίων.
The Babylonian silver talent, when compared with the Euboic talent, becomes nine thousand eight hundred and eighty talents; and the gold being calculated at thirteen times its value, the gold dust is found to be forty-six hundred and eighty Euboic talents.
§3.95.2τούτων ὦν πάντων συντιθεμένων τὸ πλῆθος Εὐβοϊκὰ τάλαντα συνελέγετο ἐς τὸν ἐπέτειον φόρον Δαρείῳ μύρια καὶ τετρακισχίλια καὶ πεντακόσια καὶ ἑξήκοντα· τὸ δʼ ἔτι τούτων ἔλασσον ἀπιεὶς οὐ λέγω.
So when all these are added together, the total sum collected for Darius as annual tribute was fourteen thousand five hundred and sixty Euboic talents; and omitting what is still less than these, I do not mention it.