§1.130.1Ἀστυάγης μέν νυν βασιλεύσας ἐπʼ ἔτεα πέντε καὶ τριήκοντα οὕτω τῆς βασιληίης κατεπαύσθη, Μῆδοι δὲ ὑπέκυψαν Πέρσῃσι διὰ τὴν τούτου πικρότητα, ἄρξαντες τῆς ἄνω Ἅλυος ποταμοῦ Ἀσίης ἐπʼ ἔτεα τριήκοντα καὶ ἑκατὸν δυῶν δέοντα, πάρεξ ἢ ὅσον οἱ Σκύθαι ἦρχον.
이와 같이 아스티아게스는 35년 동안 왕위에 있은 후에 왕위에서 물러나게 되었으며, 미디아인들은 그의 가혹함 때문에 페르시아인들에게 굴복했다. 미디아인들은 스키타이인들이 지배했던 기간을 제외하고, 할리스 강 상류의 아시아를 128년 동안 지배하고 있었다.
§1.130.2ὑστέρῳ μέντοι χρόνῳ μετεμέλησέ τέ σφι ταῦτα ποιήσασι καὶ ἀπέστησαν ἀπὸ Δαρείου, ἀποστάντες δὲ ὀπίσω κατεστράφθησαν μάχῃ νικηθέντες.
그러나 훗날 그들은 이 일을 한 것을 후회하고 다레이오스에게 반역했으나, 반란을 일으켰다가 전투에서 패해 다시 굴복당했다.
τότε δὲ ἐπὶ Ἀστυάγεος οἱ Πέρσαι τε καὶ ὁ Κῦρος ἐπαναστάντες τοῖσι Μήδοισι ἦρχον τὸ ἀπὸ τούτου τῆς Ἀσίης.
하지만 그때, 즉 아스티아게스의 치세에는 페르시아인들과 키루스가 미디아인들에게 봉기하여 이때부터 아시아를 지배하게 되었다.
§1.130.3Ἀστυάγεα δὲ Κῦρος κακὸν οὐδὲν ἄλλο ποιήσας εἶχε παρʼ ἑωυτῷ, ἐς ὃ ἐτελεύτησε.
키루스는 아스티아게스에게 다른 아무런 해를 입히지 않고 그가 죽을 때까지 자기 곁에 머물게 했다.
οὕτω δὴ Κῦρος γενόμενός τε καὶ τραφεὶς ἐβασίλευσε καὶ Κροῖσον ὕστερον τούτων ἄρξαντα ἀδικίης κατεστρέψατο, ὡς εἴρηταί μοι πρότερον, τοῦτον δὲ καταστρεψάμενος οὕτω πάσης τῆς Ἀσίης ἦρξε.
이리하여 키루스는 태어나고 자라나 왕이 되었고, 나중에 내가 이전에 말한 것처럼 먼저 불의를 시작했던 크로이소스마저 정복하였으니, 이 자를 정복함으로써 이처럼 아시아 전역을 지배하게 되었다.