§3.85.1οἱ μὲν οὖν κατὰ τὴν πόλιν Κερκυραῖοι τοιαύταις ὀργαῖς ταῖς πρώταις ἐς ἀλλήλους ἐχρήσαντο, καὶ ὁ Εὐρυμέδων καὶ οἱ Ἀθηναῖοι ἀπέπλευσαν ταῖς ναυσίν· §3.85.2ὕστερον δὲ οἱ φεύγοντες τῶν Κερκυραίων (διεσώθησαν γὰρ αὐτῶν ἐς πεντακοσίους) τείχη τε λαβόντες, ἃ ἦν ἐν τῇ ἠπείρῳ, ἐκράτουν τῆς πέραν οἰκείας γῆς καὶ ἐξ αὐτῆς ὁρμώμενοι ἐλῄζοντο τοὺς ἐν τῇ νήσῳ καὶ πολλὰ ἔβλαπτον, καὶ λιμὸς ἰσχυρὸς ἐγένετο ἐν τῇ πόλει. §3.85.3ἐπρεσβεύοντο δὲ καὶ ἐς τὴν Λακεδαίμονα καὶ Κόρινθον περὶ καθόδου·
그리하여 도시 안의 케르키라인들은 서로에게 이와 같은 최초의 광포한 감정을 표출하였고, 에우리메돈과 아테네인들은 배를 타고 출항하여 떠났다. 그러나 나중에 케르키라인 추방자들은 (그들 중 약 500명이 살아남았는데) 대륙에 있던 성채들을 점거하고 건너편에 있는 자신들의 옛 영토를 지배하였으며, 그곳을 기지로 삼아 출격하여 섬 안에 있는 자들을 약탈하고 막대한 피해를 입혔다. 그리하여 도시 안에는 심각한 기근이 발생했다. 그들은 또한 귀국을 주선해 달라고 라케다이몬과 코린토스에 사절을 보냈다.
καὶ ὡς οὐδὲν αὐτοῖς ἐπράσσετο, ὕστερον χρόνῳ πλοῖα καὶ ἐπικούρους παρασκευασάμενοι διέβησαν ἐς τὴν νῆσον ἑξακόσιοι μάλιστα οἱ πάντες, καὶ τὰ πλοῖα ἐμπρήσαντες, ὅπως ἀπόγνοια ᾖ τοῦ ἄλλο τι ἢ κρατεῖν τῆς γῆς, ἀναβάντες ἐς τὸ ὄρος τὴν Ἰστώνην, τεῖχος ἐνοικοδομησάμενοι ἔφθειρον τοὺς ἐν τῇ πόλει καὶ τῆς γῆς ἐκράτουν. §3.85.4καὶ τὰ πλοῖα ἐμπρήσαντες, ὅπως ἀπόγνοια ᾖ τοῦ ἄλλο τι ἢ κρατεῖν τῆς γῆς, ἀναβάντες ἐς τὸ ὄρος τὴν Ἰστώνην, τεῖχος ἐνοικοδομησάμενοι ἔφθειρον τοὺς ἐν τῇ πόλει καὶ τῆς γῆς ἐκράτουν.
그러나 그들을 위해 아무것도 성사되지 않자, 얼마의 시간이 흐른 후 배와 지원병을 마련하여 모두 합쳐 약 600명이 섬으로 건너갔다. 그리고 그 땅을 차지하는 것 외에는 다른 길이 없다는 배수의 진을 치기 위해 자신들의 배를 불태웠고, 이스토네 산으로 올라가 그곳에 성채를 구축하고 도시 안의 사람들을 괴롭히며 그 땅을 지배했다.