← 디오게네스 라에르티오스

유명한 철학자들의 생애와 사상

§9.2.18-9.2.20

크세노파네스의 생애와 시학 및 신학 학설

콜로폰의 크세노파네스의 출신, 망명 생활, 신화 비판 시학, 우주론과 신관을 포괄하는 학설, 일화 및 전기적 전승을 기록하며 개별 철학자들에 관한 서술을 마무리한다.

← 이전다음 →

Ξενοφάνης Δεξίου ἤ, ὡς Ἀπολλόδωρος, Ὀρθομένους Κολοφώνιος ἐπαινεῖται πρὸς τοῦ Τίμωνος· φησὶ γοῦν, "Ξεινοφάνην θʼ ὑπάτυφον, Ὁμηραπάτην ἐπικόπτην." οὗτος ἐκπεσὼν τῆς πατρίδος ἐν Ζάγκλῃ τῆς Σικελίας * * * διέτριβε δὲ καὶ ἐν Κατάνῃ. διήκουσε δὲ κατʼ ἐνίους μὲν οὐδενός, κατʼ ἐνίους δὲ Βότωνος Ἀθηναίου ἤ, ὥς τινες, Ἀρχελάου. καί, ὡς Σωτίων φησί, κατʼ Ἀναξίμανδρον ἦν. γέγραφε δὲ καὶ ἐν ἔπεσι καὶ ἐλεγείας καὶ ἰάμβους καθʼ Ἡσιόδου καὶ Ὁμήρου, ἐπικόπτων αὐτῶν τὰ περὶ θεῶν εἰρημένα. ἀλλὰ καὶ αὐτὸς ἐρραψῴδει τὰ ἑαυτοῦ. ἀντιδοξάσαι τε λέγεται Θαλῇ καὶ Πυθαγόρᾳ, καθάψασθαι δὲ καὶ Ἐπιμενίδου. μακροβιώτατός τε γέγονεν, ὥς που καὶ αὐτός φησιν·

콜로폰 사람 크세노파네스는 덱시오스의 아들이거나, 아폴로도로스에 따르면 오르토메네스의 아들로서, 티몬에게 칭찬을 받는다.

"ἤδη δʼ ἑπτά τʼ ἔασι καὶ ἑξήκοντʼ ἐνιαυτοὶ βληστρίζοντες ἐμὴν φροντίδʼ ἀνʼ Ἑλλάδα γῆν· ἐκ γενετῆς δὲ τότʼ ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς1, εἴπερ ἐγὼ περὶ τῶνδʼ οἶδα λέγειν ἐτύμως." Φησὶ δὲ τέτταρα εἶναι τῶν ὄντων στοιχεῖα, κόσμους δʼ ἀπείρους, οὐ παραλλακτοὺς δέ2. τὰ νέφη συνίστασθαι τῆς ἀφʼ ἡλίου ἀτμίδος ἀναφερομένης καὶ αἰρούσης αὐτὰ εἰς τὸ περιέχον. οὐσίαν θεοῦ σφαιροειδῆ, μηδὲν ὅμοιον ἔχουσαν ἀνθρώπῳ· ὅλον δὲ ὁρᾶν καὶ ὅλον ἀκούειν, μὴ μέντοι ἀναπνεῖν· σύμπαντά τε εἶναι νοῦν καὶ φρόνησιν καὶ ἀΐδιον. πρῶτός τε ἀπεφήνατο ὅτι πᾶν τὸ γινόμενον φθαρτόν ἐστι καὶ ἡ ψυχὴ πνεῦμα.

티몬은 적어도 다음과 같이 말한다.

Ἔφη δὲ καὶ τὰ πολλὰ ἥσσω νοῦ εἶναι. καὶ τοῖς τυράννοις ἐντυγχάνειν ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα. Ἐμπεδοκλέους δὲ εἰπόντος αὐτῷ ὅτι ἀνεύρετός ἐστιν ὁ σοφός, εἰκότως, ἔφη· σοφὸν γὰρ εἶναι δεῖ τὸν ἐπιγνωσόμενον3 τὸν σοφόν. φησὶ δὲ Σωτίων πρῶτον αὐτὸν εἰπεῖν ἀκατάληπτʼ εἶναι τὰ πάντα, πλανώμενος. Ἐποίησε δὲ καὶ Κολοφῶνος κτίσιν καὶ τὸν εἰς Ἐλέαν τῆς Ἰταλίας ἀποικισμὸν ἔπη δισχίλια. καὶ ἤκμαζε κατὰ τὴν ἑξηκοστὴν Ὀλυμπιάδα. φησὶ δὲ Δημήτριος ὁ Φαληρεὺς ἐν τῷ Περὶ γήρως καὶ Παναίτιος ὁ Στωικὸς ἐν τῷ Περὶ εὐθυμίας ταῖς ἰδίαις χερσὶ θάψαι τοὺς υἱεῖς αὐτόν, καθάπερ καὶ Ἀναξαγόραν. δοκεῖ δὲ πεπρᾶσθαι ὑπὸ * * 〈καὶ λελύσθαι ὑπὸ〉 τῶν Πυθαγορικῶν Παρμενίσκου καὶ Ὀρεστάδου, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ. γέγονε δὲ καὶ ἄλλος Ξενοφάνης Λέσβιος ποιητὴς ἰάμβων. Καὶ οὗτοι μὲν οἱ σποράδην.

구문 주해3건
  1. 9.2.19ἐκ γενετῆς δὲ τότʼ ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς

    τότʼ는 방랑 생활이 시작된 시점을 가리키며, πρὸς τοῖς는 '이것들(67년)에 더하여'를 뜻한다. 따라서 시인이 이 시를 지을 당시의 나이는 67 + 25 = 92세로 계산된다.

  2. 9.2.19οὐ παραλλακτοὺς δέ

    형용사 παραλλακτός는 서로 교체되거나 변전·이행하는 것을 뜻한다. 이는 앞서 언급된 무수한 세계(κόσμους δʼ ἀπείρους)를 한정하여, 그 세계들이 주기적으로 교체되거나 상호 변용되지 않음을 나타낸다.

  3. 9.2.20τὸν ἐπιγνωσόμενον

    정관사를 수반한 미래분사로, 목적이나 필연성, 역량('인식하게 될 자 / 식별할 사람')을 나타내며, 비인칭 동사 δεῖ가 지배하는 부정사 εἶναι의 대격 의미상 주어로 기능한다.

모델: gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.2.18-9.2.20