§9.40.1τὸ γὰρ τοιοῦτον ἦθος αἰεὶ βούλεται διαφυλάττειν ἡ τῶν Ἀθηναίων πόλις.
For the city of the Athenians always wishes to preserve such a character.
§9.40.2προθυμίαν γὰρ φίλων συμφόρως μὲν γινομένην μεγάλην παρέχεσθαι χρείαν, ἐφελκομένην δὲ καὶ καθυστεροῦσαν τελέως ἀνωφελῆ ποιεῖν τὴν ἐπικουρίαν.
For the zeal of friends, when shown opportunely, provides great service, but when it drags on and is too late, it makes the assistance completely useless.
§9.40.3εἴπερ οὖν βούλονται μὴ τοῖς γράμμασι μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις τηρεῖν τὴν πρὸς αὐτοὺς συμμαχίαν
οἱ δὲ Ἀκαρνᾶνες, §9.40.4πυνθανόμενοι τὴν τῶν Αἰτωλῶν ἔφοδον ἐπὶ σφᾶς, τὰ μὲν ἀπαλγοῦντες ταῖς ἐλπίσι, τὰ δὲ καὶ θυμομαχοῦντες, ἐπί τινα παράστασιν κατήντησαν.
If, therefore, they wish to keep their alliance with them not only in writing but also in deeds, And the Acarnanians, learning of the invasion of the Aetolians against them, partly despairing of their hopes, and partly fighting with desperate courage, came to a certain desperate resolution.
εἰ δέ τις λειπόμενος μὴ θάνοι, §9.40.5φύγοι δὲ τὸν κίνδυνον, τοῦτον μήτε πόλει δέχεσθαι μήτε πῦρ ἐναύειν.
And if anyone, surviving, should not die, but should flee the danger, that no city should receive him, nor kindle a fire for him.
§9.40.6περὶ τούτων ἀρὰς ἐποιήσαντο πᾶσι μέν, μάλιστα δὲ τοῖς Ἠπειρώταις, εἰς τὸ μηδένα τῶν φευγόντων δέξασθαι τῇ χώρᾳ.
Concerning these things they made solemn imprecations upon all, but especially upon the Epirotes, to the effect that they should not receive any of the fugitives into their territory.