§6.55.1Κόκλην γὰρ λέγεται τὸν Ὡράτιον ἐπικληθέντα, διαγωνιζόμενον πρὸς δύο τῶν ὑπεναντίων ἐπὶ τῷ καταντικρὺ τῆς γεφύρας πέρατι τῆς ἐπὶ τοῦ Τιβέριδος, ἣ κεῖται πρὸ τῆς πόλεως, ἐπεὶ πλῆθος ἐπιφερόμενον εἶδε τῶν βοηθούντων τοῖς πολεμίοις, δείσαντα μὴ βιασάμενοι παραπέσωσιν εἰς τὴν πόλιν, βοᾶν ἐπιστραφέντα τοῖς κατόπιν ὡς τάχος ἀναχωρήσαντας διασπᾶν τὴν γέφυραν.
For it is said that Cocles, who was surnamed Horatius, while fighting against two of the enemy at the opposite end of the bridge over the Tiber which lies before the city, when he saw a multitude of those bringing aid to the enemy advancing, and fearing lest they should force their way and break into the city, turned around and cried out to those behind him to retreat as quickly as possible and break down the bridge.
§6.55.2τῶν δὲ πειθαρχησάντων, ἕως μὲν οὗτοι διέσπων, ὑπέμενε τραυμάτων πλῆθος ἀναδεχόμενος καὶ διακατέσχε τὴν ἐπιφορὰν τῶν ἐχθρῶν, οὐχ οὕτως τὴν δύναμιν ὡς τὴν ὑπόστασιν αὐτοῦ καὶ τόλμαν καταπεπληγμένων τῶν ὑπεναντίων·
When they complied, while they were breaking it down, he stood his ground, receiving a multitude of wounds, and held back the onslaught of the enemy, as the opponents were terrified not so much by his strength as by his resolution and daring.
§6.55.3διασπασθείσης δὲ τῆς γεφύρας, οἱ μὲν πολέμιοι τῆς ὁρμῆς ἐκωλύθησαν, ὁ δὲ Κόκλης ῥίψας ἑαυτὸν εἰς τὸν ποταμὸν ἐν τοῖς ὅπλοις κατὰ προαίρεσιν μετήλλαξε τὸν βίον, περὶ πλείονος ποιησάμενος τὴν τῆς πατρίδος ἀσφάλειαν καὶ τὴν ἐσομένην μετὰ ταῦτα περὶ αὐτὸν εὔκλειαν τῆς παρούσης ζωῆς καὶ τοῦ καταλειπομένου βίου.
And when the bridge was broken down, the enemy were stopped from their charge, but Cocles, throwing himself into the river in his armor, deliberately ended his life, valuing the safety of his country and the glory that would afterwards surround him more than his present life and the remainder of his days.
§6.55.4τοιαύτη τις, ὡς ἔοικε, διὰ τῶν παρʼ αὐτοῖς ἐθισμῶν ἐγγεννᾶται τοῖς νέοις ὁρμὴ καὶ φιλοτιμία πρὸς τὰ καλὰ τῶν ἔργων.
Such, as it seems, is the impulse and emulation toward noble deeds generated in the young through the customs established among them.