§38.21.1κα?ι? χ ς επεισαγαγο δε σδ αυ της επειμιαν τι παρ καὶ δι νι τὸ δικ?αιον ευ ρων φησιν ὁ πολυβιος εγων οτι και τιν〈ο〉 ραν επι α?ν τούτου καλλιον ουτ και τοῦτʼ εἴρηται παρὰ τῷ ποιητῇ·
[...] and Polybius says that I said there is nothing finer than this, and this too is spoken by the poet.
καὶ ἐπιστρέψας ἐξ αὐτῆς καὶ λαβόμενός μου τῆς δεξιᾶς "ὦ Πολύβιε," ἔφη "καλὸν μέν, ἀλλʼ οὐκ οἶδʼ ὅπως ἐγὼ δέδια καὶ προορῶμαι μή ποτέ τις ἄλλος τοῦτο τὸ παράγγελμα δώσει περὶ τῆς ἡμετέρας πατρίδος· " §38.21.2ταύτης δὲ δύναμιν πραγματικωτέραν καὶ νουνεχεστέραν οὐ ῥᾴδιον εἰπεῖν·
And turning immediately and taking me by the right hand, he said, 'O Polybius, it is indeed a fine thing, but I know not how I fear and foresee lest some day another shall give this same warning concerning our own country.' And it is not easy to express a mind more practical and sagacious than this.
§38.21.3τὸ γὰρ ἐν τοῖς μεγίστοις κατορθώμασι καὶ ταῖς τῶν ἐχθρῶν συμφοραῖς ἔννοιαν λαμβάνειν τῶν οἰκείων πραγμάτων καὶ τῆς ἐναντίας περιστάσεως καὶ καθόλου πρόχειρον ἔχειν ἐν ταῖς ἐπιτυχίαις τὴν τῆς τύχης ἐπισφάλειαν ἀνδρός ἐστι μεγάλου καὶ τελείου καὶ συλλήβδην ἀξίου μνήμης. —
For to take thought of one's own affairs and of the opposite turn of events in the midst of the greatest successes and the misfortunes of one's enemies, and in general to keep the instability of fortune ready to hand during successes, belongs to a great and perfect man, and, in a word, to one worthy of remembrance.