§21.44.1τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις, εὐθέως ὁ στρατηγὸς Κόιντον Μινύκιον Θέρμον καὶ Λεύκιον τὸν ἀδελφόν, ἄρτι κεκομικότα τὰ χρήματα παρὰ τῶν Ὀροανδέων, §21.44.2εἰς Συρίαν ἐξαπέστειλε, συντάξας κομίζεσθαι τοὺς ὅρκους παρὰ τοῦ βασιλέως καὶ διαβεβαιώσασθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν συνθηκῶν.
When the treaty had been solemnized on these terms, the general immediately dispatched Quintus Minucius Thermus and his own brother Lucius, who had just brought the money from the Oroandians, to Syria, directing them to receive the oaths from the king and to ratify the detailed terms of the treaty.
§21.44.3πρὸς δὲ Κόιντον Φάβιον τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν ἐξέπεμψε γραμματοφόρους, κελεύων πάλιν πλεῖν αὐτὸν εἰς Πάταρα καὶ παραλαβόντα τὰς ὑπαρχούσας αὐτόθι ναῦς διαπρῆσαι. —
And to Quintus Fabius, the commander of the fleet, he sent letter-carriers, ordering him to sail again to Patara and, after taking over the ships that were there, to burn them.