§8.8.1τόδε μὲν ἡμῖν ἐγένετο ἐπεισόδιον τῷ λόγῳ·
This was an episode in our account.
μετὰ δὲ τὰ ἐρείπια τῆς Νεστάνης ἱερὸν Δήμητρός ἐστιν ἅγιον, καὶ αὐτῇ καὶ ἑορτὴν ἀνὰ πᾶν ἔτος ἄγουσιν οἱ Μαντινεῖς.
After the ruins of Nestane there is a holy sanctuary of Demeter, and the Mantineans hold a festival for her every year.
καὶ κατὰ τὴν Νεστάνην ὑπόκειται μάλιστα, μοῖρα μὲν καὶ αὐτὴ τοῦ πεδίου τοῦ Ἀργοῦ, χορὸς δὲ ὀνομάζεται Μαιρᾶς.
And just below Nestane lies what is itself also a part of the Argos plain, but is called the Dance of Maera.
τοῦ πεδίου δέ ἐστιν ἡ διέξοδος τοῦ Ἀργοῦ σταδίων δέκα.
And the outlet of the Argos plain is ten stades long.
ὑπερβὰς δὲ οὐ πολὺ ἐς ἕτερον καταβήσῃ πεδίον· ἐν τούτῳ δὲ παρὰ τὴν λεωφόρον ἐστὶν Ἄρνη καλουμένη κρήνη.
Having crossed over not far, you will descend into another plain; in this plain, by the highway, is a spring called Arne.
§8.8.2λέγεται δὲ καὶ τοιάδε ὑπὸ Ἀρκάδων, Ῥέα ἡνίκα Ποσειδῶνα ἔτεκε, τὸν μὲν ἐς ποίμνην καταθέσθαι δίαιταν ἐνταῦθα ἕξοντα μετὰ τῶν ἀρνῶν, ἐπὶ τούτῳ δὲ ὀνομασθῆναι καὶ τὴν πηγήν, ὅτι περὶ αὐτὴν ἐποιμαίνοντο οἱ ἄρνες· φάναι δὲ αὐτὴν πρὸς τὸν Κρόνον τεκεῖν ἵππον καί οἱ πῶλον ἵππου καταπιεῖν ἀντὶ τοῦ παιδὸς δοῦναι, καθὰ καὶ ὕστερον ἀντὶ τοῦ Διὸς λίθον ἔδωκεν αὐτῷ κατειλημένον σπαργάνοις.
The following is also told by the Arcadians: that when Rhea gave birth to Poseidon, she deposited him in a flock here to live among the lambs, and on this account the spring was named because the lambs grazed around it; and that she told Cronus she had given birth to a horse, and gave him a foal to swallow instead of the child, just as she afterwards gave him a stone wrapped in swaddling clothes instead of Zeus.
§8.8.3τούτοις Ἑλλήνων ἐγὼ τοῖς λόγοις ἀρχόμενος μὲν τῆς συγγραφῆς εὐηθίας ἔνεμον πλέον, ἐς δὲ τὰ Ἀρκάδων προεληλυθὼς πρόνοιαν περὶ αὐτῶν τοιάνδε ἐλάμβανον· Ἑλλήνων τοὺς νομιζομένους σοφοὺς διʼ αἰνιγμάτων πάλαι καὶ οὐκ ἐκ τοῦ εὐθέος λέγειν τοὺς λόγους, καὶ τὰ εἰρημένα οὖν ἐς τὸν Κρόνον σοφίαν εἶναί τινα εἴκαζον Ἑλλήνων.
When I began my history I used to attribute more foolishness to these stories of the Greeks, but having advanced to the affairs of the Arcadians, I came to hold the following view concerning them: namely, that those of the Greeks who were considered wise spoke their words of old through riddles and not directly, and therefore I conjectured that the stories told about Cronus are a kind of wisdom of the Greeks.
τῶν μὲν δὴ ἐς τὸ θεῖον ἡκόντων τοῖς εἰρημένοις χρησόμεθα·
We shall, then, accept the traditional accounts concerning divine matters.
§8.8.4Μαντινέων δὲ ἡ πόλις σταδίους μάλιστά που δώδεκά ἐστιν ἀπωτέρω τῆς πηγῆς ταύτης.
The city of the Mantineans is about twelve stades distant from this spring.
Μαντινεὺς μὲν οὖν ὁ Λυκάονος ἑτέρωθι φαίνεται οἰκίσας τὴν πόλιν, ἣν ὀνομάζουσι καὶ ἐς ἡμᾶς ἔτι Πτόλιν οἱ Ἀρκάδες· ἐκεῖθεν δὲ Ἀντινόη Κηφέως τοῦ Ἀλέου θυγάτηρ κατὰ μάντευμα ἀναστήσασα τοὺς ἀνθρώπους ἤγαγεν ἐς τοῦτο τὸ χωρίον, ὄφιν—ὁποῖον, οὐ μνημονεύουσιν— ἡγεμόνα ποιησαμένη τῆς ὁδοῦ·
Now Mantineus, the son of Lycaon, appears to have founded the city in another place, which the Arcadians still to our day call Ptolīs; from there Antinoë, the daughter of Cepheus the son of Aleus, in accordance with an oracle, removed the people and led them to this site, having made a snake—what kind of snake they do not record—the guide of the journey.
καὶ διὰ τοῦτο ὁ παρὰ τὴν πόλιν ῥέων τὴν νῦν ποταμὸς Ὄφις ὄνομα ἔσχηκεν.
And on this account the river flowing by the present city has received the name Ophis.
§8.8.5εἰ δὲ Ὁμήρου χρὴ τεκμαιρόμενον τοῖς ἔπεσι συμβαλέσθαι γνώμην, τὸν ὄφιν τοῦτον δράκοντα εἶναι πείθομαι.
But if one must form an opinion by drawing evidence from the verses of Homer, I am persuaded that this snake was a drakōn.
περὶ Φιλοκτήτου μὲν ἐν νεῶν καταλόγῳ ποιήσας ὡς ἀπολίποιεν αὐτὸν οἱ Ἕλληνες ἐν Λήμνῳ ταλαιπωροῦντα ὑπὸ τοῦ ἕλκους, ἐπίκλησιν οὐκ ἔθετο ὄφιν τῷ ὕδρῳ· τὸν δράκοντα δέ, ὃν ἐς τοὺς Τρῶας ἀφῆκεν ὁ ἀετός, ἐκάλεσεν ὄφιν.
For in the Catalogue of Ships, when writing of Philoctetes that the Greeks left him suffering from his wound in Lemnos, he did not apply the name ophis to the water-snake; but the drakōn which the eagle dropped among the Trojans, he called ophis.
οὕτω τὸ εἰκὸς ἔχει καὶ τῇ Ἀντινόῃ τὸν ἡγεμόνα γενέσθαι δράκοντα.
Thus it is likely that for Antinoë too the guide was a drakōn.
§8.8.6Μαντινεῖς δὲ μάχην μὲν τὴν ἐν Διπαιεῦσιν οὐκ ἐμαχέσαντο πρὸς Λακεδαιμονίους μετὰ Ἀρκάδων τῶν ἄλλων, ἐν δὲ τῷ Πελοποννησίων καὶ Ἀθηναίων πολέμῳ συνέστησαν ἐπὶ Λακεδαιμονίους μετὰ Ἠλείων, καὶ παραγενομένου συμμαχικοῦ σφισιν ἐξ Ἀθηνῶν Λακεδαιμονίων ἐναντία ἐμαχέσαντο·
The Mantineans did not fight in the battle at Dipaea against the Lacedaemonians along with the other Arcadians; but in the war between the Peloponnesians and the Athenians, they allied with the Eleans against the Lacedaemonians, and when an allied force arrived for them from Athens, they fought against the Lacedaemonians.
μετέσχον δὲ καὶ τοῦ ἐς Σικελίαν στόλου κατὰ Ἀθηναίων φιλίαν.
They also took part in the expedition to Sicily because of their friendship with the Athenians.