§8.17.1μετὰ δὲ τοῦ Αἰπύτου τὸν τάφον ὄρος τε ὑψηλότατον ὀρῶν τῶν ἐν Ἀρκαδίᾳ Κυλλήνη καὶ Ἑρμοῦ Κυλληνίου κατερριμμένος ναός ἐστιν ἐπὶ κορυφῆς τοῦ ὄρους· δῆλα δέ ἐστιν ἀπὸ Κυλλῆνος τοῦ Ἐλάτου τῷ τε ὄρει τὸ ὄνομα καὶ ἡ ἐπίκλησις γεγενημένη τῷ θεῷ.
After the tomb of Aepytus, there is Cyllene, the highest mountain of the mountains in Arcadia, and a ruined temple of Cyllenian Hermes is on the peak of the mountain; and it is clear that from Cyllen, the son of Elatus, both the name came to the mountain and the epithet arose for the god.
§8.17.2τοῖς δὲ ἀνθρώποις τὸ ἀρχαῖον, ὁπόσα καὶ ἡμεῖς καταμαθεῖν ἐδυνήθημεν, τοσάδε ἦν ἀφʼ ὧν τὰ ξόανα ἐποιοῦντο, ἔβενος, κυπάρισσος, αἱ κέδροι, τὰ δρύινα, ἡ μῖλαξ, ὁ λωτός· τῷ δὲ Ἑρμῇ τῷ Κυλληνίῳ τούτων μὲν ἀπὸ οὐδενός, θύου δὲ πεποιημένον τὸ ἄγαλμά ἐστιν, ὀκτὼ δὲ εἶναι ποδῶν μάλιστα αὐτὸ εἰκάζομεν.
For men in ancient times, as far as we also have been able to learn, these were the materials from which they made their wooden images: ebony, cypress, cedars, oak-woods, yew, and lotus-wood; but for Cyllenian Hermes, the image is made of none of these, but of thuya wood, and we estimate it to be about eight feet tall.
§8.17.3παρέχεται δὲ καὶ θαῦμα τοιόνδε ἡ Κυλλήνη· κόσσυφοι γὰρ οἱ ὄρνιθες ὁλόλευκοί εἰσιν ἐν αὐτῇ· οἱ δὲ ὑπὸ Βοιωτῶν καλούμενοι γένος ἄλλο πού τί εἰσιν ὀρνίθων, οὐκ ᾠδικόν.
And Cyllene also presents a marvel of this kind: for the blackbirds in it are entirely white; and those called by the Boeotians are, I suppose, some other kind of birds, not songbirds.
ἀετοὺς μὲν οὖν ὀνομαζομένους κυκνίας μάλιστα ἐοικότας κύκνῳ λευκότητα οἶδα ἐν Σιπύλῳ θεασάμενος περὶ λίμνην καλουμένην Ταντάλου· ὗς δὲ ἀγρίους λευκοὺς καὶ ἄρκτους τῶν Θρᾳκίων λευκὰς ἤδη που καὶ ἄνδρες ἐκτήσαντο ἰδιῶται· §8.17.4λαγῲ δὲ καὶ ἔλαφοι, τὸ μὲν Λιβυκὸν θρέμμα οἱ λαγῴ εἰσιν οἱ λευκοί, ἐλάφους δὲ ἐν Ῥώμῃ λευκὰς εἶδόν τε καὶ ἰδὼν θαῦμα ἐποιησάμην, ὁπόθεν δὲ ἢ τῶν ἠπείρων οὖσαι ἢ νησιώτιδες ἐκομίσθησαν, οὐκ ἐπῆλθεν ἐρέσθαι μοι.
Now, I know that I have seen at Sipylus, around the lake called Tantalus's, eagles called "swan-like" which are extremely like a swan in whiteness; and as for Thracian white bears and white wild boars, private individuals have before now owned them, I suppose; and as for hares and deer: white hares are the Libyan breed, and I both saw white deer in Rome and, seeing them, wondered, but from where they were brought, whether being from the continents or islanders, it did not occur to me to ask.
τάδε μὲν ἡμῖν λελέχθω τῶν ἐν Κυλλήνῃ κοσσύφων ἕνεκα, ὡς μὴ τοῖς ῥηθεῖσιν ἐς τὴν χρόαν αὐτῶν ἀπιστοίη μηδείς· §8.17.5ἔχεται δὲ ἄλλο ὄρος Κυλλήνης Χελυδόρεα, ἔνθα εὑρὼν χελώνην Ἑρμῆς ἐκδεῖραι τὸ θηρίον καὶ ἀπʼ αὐτῆς λέγεται ποιήσασθαι λύραν.
Let these things have been said by us for the sake of the blackbirds in Cyllene, so that no one may disbelieve what has been said about their color; and adjoining Cyllene is another mountain, Chelydorea, where Hermes, having found a tortoise, is said to have flayed the beast and made a lyre from it.
ἐνταῦθα Φενεάταις καὶ Πελληνεῦσιν ὅροι τῆς γῆς εἰσι, καὶ τοῦ ὄρους τῶν Χελυδορέων οἱ Ἀχαιοὶ τὸ πλέον νέμονται.
There are the boundaries of the land for the Pheneatians and the Pelleneans, and the Achaeans possess the greater part of the mountain of Chelydorea.
§8.17.6ἐκ Φενεοῦ δὲ ἰόντι ἐπὶ ἑσπέρας καὶ ἡλίου δυσμῶν ἡ μὲν ἀριστερὰ τῶν ὁδῶν ἐς πόλιν ἄγει Κλείτορα, ἐν δεξιᾷ δὲ ἐπὶ Νώνακριν καὶ τὸ ὕδωρ τῆς Στυγός.
For one going from Pheneus towards the evening and the setting of the sun, the left of the roads leads to the city of Cleitor, and on the right to Nonacris and the water of the Styx.
τὸ μὲν δὴ ἀρχαῖον ἡ Νώνακρις πόλισμα ἦν Ἀρκάδων καὶ ἀπὸ τῆς Λυκάονος γυναικὸς τὸ ὄνομα εἰλήφει· τὰ δὲ ἐφʼ ἡμῶν ἐρείπια ἦν, οὐδὲ τούτων τὰ πολλὰ ἔτι δῆλα.
In ancient times indeed, Nonacris was a small town of the Arcadians and had received its name from the wife of Lycaon; but in our time it was ruins, and not even most of these are still visible.
τῶν δὲ ἐρειπίων οὐ πόρρω κρημνός ἐστιν ὑψηλός, οὐχ ἕτερον δʼ ἐς τοσοῦτον ἀνήκοντα ὕψους οἶδα· καὶ ὕδωρ κατὰ τοῦ κρημνοῦ στάζει, καλοῦσι δὲ Ἕλληνες αὐτὸ ὕδωρ Στυγός.
And not far from the ruins is a high cliff—and I know of no other rising to such a height —and water trickles down the cliff, and the Greeks call it the water of the Styx.