§20.113.1ἐν δὲ ταῖς αὐταῖς ἡμέραις καὶ Πτολεμαῖος ὁ βασιλεὺς ἀναζεύξας ἐξ Αἰγύπτου μετὰ δυνάμεως ἀξιολόγου τὰς μὲν ἐν τῇ Κοίλῃ Συρίᾳ πόλεις ἁπάσας ὑποχειρίους ἐποιήσατο·
During these same days, King Ptolemy also, having set out from Egypt with a noteworthy force, made all the cities in Coele-Syria subject to himself.
Σιδῶνα δὲ πολιορκοῦντος αὐτοῦ τινες παρῆσαν ἀπαγγέλλοντες ψευδῶς ὅτι παρατάξεως γενομένης τοῖς βασιλεῦσιν οἱ μὲν περὶ Λυσίμαχον καὶ Σέλευκον ἡττηθέντες ἀποκεχωρήκασιν εἰς τὴν Ἡράκλειαν, Ἀντίγονος δὲ νενικηκὼς προσάγει μετὰ δυνάμεως ἐπὶ Συρίας.
But while he was besieging Sidon, some men arrived falsely reporting that, a battle having taken place between the kings, Lysimachus and Seleucus and their men had been defeated and had retreated to Heracleia, and that Antigonus, having conquered, was advancing with his force against Syria.
§20.113.2παραλογισθεὶς οὖν ὑπὸ τούτων καὶ πεισθεὶς ἀληθῆ τὴν προσαγγελίαν εἶναι, πρὸς μὲν τοὺς Σιδωνίους εἰς τέτταρας μῆνας ἀνοχὰς ἐποιήσατο, τὰς δὲ χειρωθείσας πόλεις φρουραῖς ἀσφαλισάμενος ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Αἴγυπτον.
Having been deceived, therefore, by these men and persuaded that the report was true, he made a truce with the Sidonians for four months, and having secured the conquered cities with garrisons, he returned with his force to Egypt.
§20.113.3ἅμα δὲ τούτοις πραττομένοις οἱ τῶν παρὰ Λυσιμάχῳ στρατιωτῶν αὐτομολήσαντες ἐκ τῆς χειμασίας παρʼ Ἀντίγονον Αὐταριάται μὲν δισχίλιοι, Λύκιοι δὲ καὶ Παμφύλιοι περὶ ὀκτακοσίους.
While these things were being done, some of the soldiers with Lysimachus deserted from his winter quarters to Antigonus: two thousand Autariatae, and about eight hundred Lycians and Pamphylians.
τούτοις μὲν οὖν Ἀντίγονος φιλανθρώπως προσενεχθεὶς τούς τε μισθοὺς ἔδωκεν, οὓς ἔφασαν ὀφείλεσθαι παρὰ Λυσιμάχου, καὶ δωρεαῖς ἐτίμησε.
Antigonus, having treated them kindly, gave them the pay which they said was owed to them by Lysimachus, and honored them with gifts.
§20.113.4καθʼ ὃν δὴ χρόνον ἦλθε καὶ Σέλευκος ἐκ τῶν ἄνω σατραπειῶν διαβεβηκὼς εἰς Καππαδοκίαν μετὰ πολλῆς δυνάμεως καὶ κατασκευάσας στεγνὰ τοῖς στρατιώταις παρεχείμαζεν.
At this very time, Seleucus also arrived, having crossed from the upper satrapies into Cappadocia with a large force, and having constructed shelters for his soldiers, spent the winter there.
εἶχε δὲ πεζοὺς μὲν εἰς δισμυρίους, ἱππεῖς δὲ σὺν τοῖς ἱπποτοξόταις περὶ μυρίους δισχιλίους, ἐλέφαντας δὲ ὀγδοήκοντα πρὸς τοῖς τετρακοσίοις, ἅρματα δὲ δρεπανηφόρα πλείω τῶν ἑκατόν.
He had about twenty thousand foot-soldiers, about twelve thousand horsemen including the horse-archers, four hundred and eighty elephants, and more than a hundred scythed chariots.
§20.113.5αἱ μὲν οὖν τῶν βασιλέων δυνάμεις τοῦτον τὸν τρόπον ἠθροίζοντο, κεκρικότων ἁπάντων κατὰ τὴν ἐπιοῦσαν θερίαν διὰ τῶν ὅπλων κρῖναι τὸν πόλεμον.
In this manner, then, the forces of the kings were being assembled, all of them having decided to decide the war by arms during the coming summer.
ἡμεῖς δέ, καθάπερ ἐν ἀρχῇ προεθέμεθα, τὸν γενόμενον τούτοις τοῖς βασιλεῦσι πρὸς ἀλλήλους πόλεμον περὶ τῶν ὅλων πράξεων ἀρχὴν ποιησόμεθα τῆς ἑπομένης βίβλου.
But we, as we proposed at the beginning, shall make the war that arose between these kings concerning the whole empire the beginning of the next book.