§18.75.1μετὰ δὲ ταῦτα Νικάνορος καταπλεύσαντος εἰς τὸν Πειραιᾶ κεκοσμημένῳ τῷ στόλῳ τοῖς ἀπὸ τῆς νίκης ἀκροστολίοις τὸ μὲν πρῶτον ἀποδοχῆς αὐτὸν ἠξίωσε μεγάλης ὁ Κάσανδρος διὰ τὰς εὐημερίας, μετὰ δὲ ταῦτα ὁρῶν αὐτὸν ὄγκου πλήρη καὶ πεφρονηματισμένον, ἔτι δὲ τὴν Μουνυχίαν διὰ τῶν ἑαυτοῦ στρατιωτῶν φρουροῦντα, κρίνας αὐτὸν ἀλλότρια φρονεῖν ἐδολοφόνησεν.
After these events, when Nicanor sailed into Piraeus with his fleet adorned with the figureheads from his victory, Cassander at first deemed him worthy of a great reception because of his successes; but afterwards, seeing him full of self-importance and puffed up with pride, and furthermore guarding Munychia with his own soldiers, he judged that he was harboring hostile intentions and assassinated him.
ἐστράτευσε δὲ καὶ εἰς Μακεδονίαν καὶ πολλοὺς ἔσχε τῶν ἐγχωρίων ἀφισταμένους πρὸς αὐτόν.
He also campaigned into Macedonia and had many of the inhabitants revolt to his side.
§18.75.2ὁμοίως δὲ καὶ εἰς τὰς Ἑλληνίδας πόλεις ἐνέπεσέν τις ὁρμὴ τῆς Ἀντιπάτρου συμμαχίας.
Similarly, a certain impulse for alliance with Antipater fell upon the Greek cities.
ὁ μὲν γὰρ Πολυπέρχων ἀργῶς ἐδόκει καὶ ἀφρόνως προστατεῖν τῆς τε βασιλείας καὶ τῶν συμμάχων, ὁ δὲ Κάσανδρος ἐπιεικῶς προσφερόμενος πᾶσι καὶ κατὰ τὰς πράξεις ἐνεργὸς ὢν πολλοὺς εἶχεν αἱρετιστὰς τῆς αὑτοῦ δυναστείας.
For Polyperchon was thought to direct both the kingship and the allies sluggishly and foolishly, whereas Cassander, behaving moderately toward all and being energetic in his actions, had many supporters for his own rule.
§18.75.3ἐπεὶ δὲ κατὰ τὸν ἑπόμενον ἐνιαυτὸν Ἀγαθοκλῆς ἐγένετο τύραννος τῶν Συρακοσίων, ταύτην μὲν τὴν βύβλον αὐτοῦ περιγράψομεν κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν, τῆς δʼ ἐχομένης τὴν ἀρχὴν ἀπὸ τῆς Ἀγαθοκλέους τυραννίδος ποιησάμενοι διέξιμεν τὰς οἰκείας τῇ γραφῇ πράξεις.
And since in the following year Agathocles became tyrant of the Syracusans, we shall close this book at this point, according to our original plan, and making the beginning of the next book from the tyranny of Agathocles, we shall relate the events appropriate to this history.