§15.11.1ὁ δὲ βασιλεὺς καθʼ ἕνα τῶν δικαστῶν προσκαλούμενος ἐπηρώτησε, τίσι δικαίοις προσσχὼν ἕκαστος ἀπέλυσε τὸν κατηγορούμενον.
The king, summoning the judges one by one, asked what grounds of justice each had relied upon to acquit the accused.
ὁ μὲν οὖν πρῶτος ἔφησε, θεωρῶν τὰ μὲν ἐγκλήματα ἀμφισβητούμενα, τὰς δʼ εὐεργεσίας ὁμολογουμένας οὔσας·
The first, then, said that he saw the charges were disputed while the benefactions were acknowledged.
ὁ δὲ δεύτερος ἔφησε, καὶ τιθεμένων ἀληθινῶν τῶν ἐγκλημάτων, ὅμως τὰς εὐεργεσίας μείζους εἶναι τῆς ἁμαρτίας·
The second said that, even if the charges were assumed to be true, nevertheless the benefactions were greater than the offense.
ὁ δὲ τρίτος εἶπεν ὅτι τὰς μὲν εὐεργεσίας οὐ τίθεται πρὸς λόγον διὰ τὸ τὰς περὶ αὐτῶν χάριτας καὶ τιμὰς πολλαπλασίας ἀπειληφέναι παρὰ τοῦ βασιλέως τὸν Τιρίβαζον, αὐτῶν δὲ τῶν ἐγκλημάτων κατʼ ἰδίαν θεωρουμένων μὴ φαίνεσθαι τούτοις ἔνοχον εἶναι τὸν κατηγορούμενον.
The third said that he did not take the benefactions into account, because Tiribazus had received from the king gratitude and honors many times greater in return for them; but when the charges themselves were considered on their own, the accused did not appear to be guilty of them.
§15.11.2ὁ δὲ βασιλεὺς τοὺς μὲν δικαστὰς ἐπῄνεσεν, ὡς δικαίως κεκρικότας, τὸν δὲ Τιρίβαζον ταῖς νομιζομέναις μεγίσταις τιμαῖς ἐκόσμησεν.
The king praised the judges for having judged justly, and decorated Tiribazus with the highest customary honors.
τοῦ δὲ Ὀρόντου καταγνοὺς ὡς ψευδῆ κατηγορίαν πεπλακότος ἔκ τε τῶν φίλων ἐξέκρινε καὶ ταῖς ἐσχάταις ἀτιμίαις περιέβαλεν.
Having condemned Orontes for having fabricated a false accusation, he expelled him from the number of his friends and subjected him to the utmost ignominy.
καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
And such was the state of affairs in Asia.