§9.86.1ὡς δʼ ἄρα ἔθαψαν τοὺς νεκροὺς ἐν Πλαταιῇσι οἱ Ἕλληνες, αὐτίκα βουλευομένοισί σφι ἐδόκεε στρατεύειν ἐπὶ τὰς Θήβας καὶ ἐξαιτέειν αὐτῶν τοὺς μηδίσαντας, ἐν πρώτοισι δὲ αὐτῶν Τιμηγενίδην καὶ Ἀτταγῖνον, οἳ ἀρχηγέται ἀνὰ πρώτους ἦσαν· ἢν δὲ μὴ ἐκδιδῶσι, μὴ ἀπανίστασθαι ἀπὸ τῆς πόλιος πρότερον ἢ ἐξέλωσι.
Now when the Greeks had buried their dead at Plataea, they immediately resolved upon consultation to march against Thebes and demand the surrender of those who had sided with the Medes, and among the first of them Timegenidas and Attaginus, who were their chief leaders; and if the Thebans should not deliver them up, they resolved not to withdraw from the city until they had captured it.
§9.86.2ὡς δέ σφι ταῦτα ἔδοξε, οὕτω δὴ ἑνδεκάτῃ ἡμέρῃ ἀπὸ τῆς συμβολῆς ἀπικόμενοι ἐπολιόρκεον Θηβαίους, κελεύοντες ἐκδιδόναι τοὺς ἄνδρας· οὐ βουλομένων δὲ τῶν Θηβαίων ἐκδιδόναι, τήν τε γῆν αὐτῶν ἔταμνον καὶ προσέβαλλον πρὸς τὸ τεῖχος.
When this was resolved, they accordingly arrived on the eleventh day after the battle and besieged the Thebans, demanding that they deliver up the men; but as the Thebans were unwilling to deliver them up, they laid waste their land and made assaults upon the wall.