§9.63.1τῇ δὲ ἐτύγχανε αὐτὸς ἐὼν Μαρδόνιος, ἀπʼ ἵππου τε μαχόμενος λευκοῦ ἔχων τε περὶ ἑωυτὸν λογάδας Περσέων τοὺς ἀρίστους χιλίους, ταύτῃ δὲ καὶ μάλιστα τοὺς ἐναντίους ἐπίεσαν.
And in that place where Mardonius himself was, fighting from a white horse and having about him the thousand best chosen of the Persians, there they pressed their opponents hardest.
ὅσον μέν νυν χρόνον Μαρδόνιος περιῆν, οἳ δὲ ἀντεῖχον καὶ ἀμυνόμενοι κατέβαλλον πολλοὺς τῶν Λακεδαιμονίων·
Indeed, as long as Mardonius survived, they held their ground and, defending themselves, struck down many of the Lacedaemonians.
§9.63.2ὡς δὲ Μαρδόνιος ἀπέθανε καὶ τὸ περὶ ἐκεῖνον τεταγμένον ἐὸν ἰσχυρότατον ἔπεσε, οὕτω δὴ καὶ οἱ ἄλλοι ἐτράποντο καὶ εἶξαν τοῖσι Λακεδαιμονίοισι.
But when Mardonius died and the troop drawn up around him, which was the strongest, fell, then indeed the others also turned to flight and yielded to the Lacedaemonians.
πλεῖστον γὰρ σφέας ἐδηλέετο ἡ ἐσθὴς ἔρημος ἐοῦσα ὅπλων· πρὸς γὰρ ὁπλίτας ἐόντες γυμνῆτες ἀγῶνα ἐποιεῦντο.
For their clothing, being devoid of armor, harmed them most of all; for being light-armed, they were waging a contest against hoplites.