§9.54.1καὶ οἳ μὲν παρηγόρεον Ἀμομφάρετον μοῦνον Λακεδαιμονίων τε καὶ Τεγεητέων λελειμμένον, Ἀθηναῖοι δὲ ἐποίευν τοιάδε· εἶχον ἀτρέμας σφέας αὐτοὺς ἵνα ἐτάχθησαν, ἐπιστάμενοι τὰ Λακεδαιμονίων φρονήματα ὡς ἄλλα φρονεόντων καὶ ἄλλα λεγόντων·
And while they on their part were trying to persuade Amompharetus, who alone of the Lacedaemonians and Tegeates was left behind, the Athenians did as follows: they kept themselves quiet where they had been stationed, knowing the character of the Lacedaemonians, how they thought one thing and said another.
§9.54.2ὡς δὲ ἐκινήθη τὸ στρατόπεδον, ἔπεμπον σφέων ἱππέα ὀψόμενόν τε εἰ πορεύεσθαι ἐπιχειρέοιεν οἱ Σπαρτιῆται, εἴτε καὶ τὸ παράπαν μὴ διανοεῦνται ἀπαλλάσσεσθαι, ἐπειρέσθαι τε Παυσανίην τὸ χρεὸν εἴη ποιέειν.
But when the army moved, they sent one of their horsemen, both to see whether the Spartans were attempting to march or whether they had no intention at all of departing, and to ask Pausanias what they ought to do.