§9.4.1ἐπεὶ δὲ ἐν Ἀθήνῃσι ἐγένετο ὁ Μαρδόνιος, πέμπει ἐς Σαλαμῖνα Μουρυχίδην ἄνδρα Ἑλλησπόντιον φέροντα τοὺς αὐτοὺς λόγους τοὺς καὶ Ἀλέξανδρος ὁ Μακεδὼν τοῖσι Ἀθηναίοισι διεπόρθμευσε.
When Mardonius arrived in Athens, he sent Murychides, a man from the Hellespont, to Salamis, carrying the same proposals that Alexander the Macedonian had conveyed to the Athenians.
§9.4.2ταῦτα δὲ τὸ δεύτερον ἀπέστελλε προέχων μὲν τῶν Ἀθηναίων οὐ φιλίας γνώμας, ἐλπίζων δὲ σφέας ὑπήσειν τῆς ἀγνωμοσύνης, ὡς δοριαλώτου ἐούσης τῆς Ἀττικῆς χώρης καὶ ἐούσης ὑπʼ ἑωυτῷ.
He dispatched these for the second time, although he was already aware that the Athenians held no friendly intentions, yet hoping that they would yield from their stubbornness, since the Attican land was now captured by the spear and was under his control.