§9.24.1ἀπικομένης δὲ τῆς ἵππου ἐς τὸ στρατόπεδον πένθος ἐποιήσαντο Μασιστίου πᾶσά τε ἡ στρατιὴ καὶ Μαρδόνιος μέγιστον, σφέας τε αὐτοὺς κείροντες καὶ τοὺς ἵππους καὶ τὰ ὑποζύγια οἰμωγῇ τε χρεώμενοι ἀπλέτῳ· ἅπασαν γὰρ τὴν Βοιωτίην κατεῖχε ἠχὼ ὡς ἀνδρὸς ἀπολομένου μετά γε Μαρδόνιον λογιμωτάτου παρά τε Πέρσῃσι καὶ βασιλέι.
When the cavalry arrived at the camp, the whole army and Mardonius lamented Masistius with the greatest mourning, cutting their own hair and that of their horses and baggage animals, and uttering boundless lamentations; for a crying filled the whole of Boeotia, inasmuch as a man had perished who, next to Mardonius, was held in the highest esteem both among the Persians and by the King.