§9.12.1οἳ μὲν δὴ ἐς τὸν Ἰσθμὸν ἠπείγοντο·
They, then, hastened to the Isthmus.
Ἀργεῖοι δὲ ἐπείτε τάχιστα ἐπύθοντο τοὺς μετὰ Παυσανίεω ἐξεληλυθότας ἐκ Σπάρτης, πέμπουσι κήρυκα τῶν ἡμεροδρόμων ἀνευρόντες τὸν ἄριστον ἐς τὴν Ἀττικήν, πρότερον αὐτοὶ Μαρδονίῳ ὑποδεξάμενοι σχήσειν τὸν Σπαρτιήτην μὴ ἐξιέναι·
And the Argives, as soon as they learned that those with Pausanias had gone out from Sparta, sent a herald to Attica, having found the best of their day-runners, having themselves previously promised Mardonius that they would prevent the Spartan from going out.
§9.12.2ὃς ἐπείτε ἀπίκετο ἐς τὰς Ἀθήνας ἔλεγε τάδε. Μαρδόνιε, ἔπεμψάν με Ἀργεῖοι φράσοντά τοι ὅτι ἐκ Λακεδαίμονος ἐξελήλυθε ἡ νεότης, καὶ ὡς οὐ δυνατοὶ αὐτὴν ἔχειν εἰσὶ Ἀργεῖοι μὴ οὐκ ἐξιέναι.
And he, when he arrived in Athens, said these words: "Mardonius, the Argives have sent me to tell you that the young men have gone out from Lacedaemon, and that the Argives are not able to restrain them from going out.
πρὸς ταῦτα τύγχανε εὖ βουλευόμενος.
In the face of this, see to it that you take good counsel."