§9.115.1ἐς δὲ τὴν Σηστὸν ταύτην, ὡς ἐόντος ἰσχυροτάτου τείχεος τῶν ταύτῃ, συνῆλθον, ὡς ἤκουσαν παρεῖναι τοὺς Ἕλληνας ἐς τὸν Ἑλλήσποντον, ἔκ τε τῶν ἀλλέων τῶν περιοικίδων, καὶ δὴ καὶ ἐκ Καρδίης πόλιος Οἰόβαζος ἀνὴρ Πέρσης, ὃς τὰ ἐκ τῶν γεφυρέων ὅπλα ἐνθαῦτα ἦν κεκομικώς.
Into this Sestos, as it was the strongest fortress in these parts, they gathered when they heard that the Greeks were present in the Hellespont, both from the other neighboring places, and especially from the city of Cardia, Oeobazus, a Persian, who had brought thither the cables of the bridges.
εἶχον δὲ ταύτην ἐπιχώριοι Αἰολέες, συνῆσαν δὲ Πέρσαι τε καὶ τῶν ἄλλων συμμάχων συχνὸς ὅμιλος.
Local Aeolians held this city, but there were also with them Persians and a great crowd of the other allies.