§9.103.1ἔτι δὲ μαχομένων τῶν Περσέων ἀπίκοντο Λακεδαιμόνιοι καὶ οἱ μετʼ αὐτῶν, καὶ τὰ λοιπὰ συνδιεχείριζον.
While the Persians were still fighting, the Lacedaemonians and those with them arrived and helped to finish off the rest of the business.
ἔπεσον δὲ καὶ αὐτῶν τῶν Ἑλλήνων συχνοὶ ἐνθαῦτα ἄλλοι τε καὶ Σικυώνιοι καὶ στρατηγὸς Περίλεως·
There fell also many of the Greeks themselves there, among others the Sicyonians and their general Perilaus.
§9.103.2τῶν τε Σαμίων οἱ στρατευόμενοι ἐόντες τε ἐν τῷ στρατοπέδῳ τῷ Μηδικῷ καὶ ἀπαραιρημένοι τὰ ὅπλα, ὡς εἶδον αὐτίκα κατʼ ἀρχὰς γινομένην ἑτεραλκέα τὴν μάχην, ἔρδον ὅσον ἐδυνέατο προσωφελέειν ἐθέλοντες τοῖσι Ἕλλησι.
And those of the Samians who were on campaign, being in the Median camp and having been deprived of their weapons, as soon as they saw the battle turning in favor of the other side right from the beginning, did as much as they could, wishing to help the Greeks.
Σαμίους δὲ ἰδόντες οἱ ἄλλοι Ἴωνες ἄρξαντας οὕτω δὴ καὶ αὐτοὶ ἀποστάντες ἀπὸ Περσέων ἐπέθεντο τοῖσι βαρβάροισι.
And the other Ionians, seeing that the Samians had set the example, thus indeed themselves also revolted from the Persians and attacked the barbarians.