§9.10.1ὃ μέν σφι ταῦτα συνεβούλευε· οἳ δὲ φρενὶ λαβόντες τὸν λόγον αὐτίκα, φράσαντες οὐδὲν τοῖσι ἀγγέλοισι τοῖσι ἀπιγμένοισι ἀπὸ τῶν πολίων, νυκτὸς ἔτι ἐκπέμπουσι πεντακισχιλίους Σπαρτιητέων καὶ ἑπτὰ περὶ ἕκαστον τάξαντες τῶν εἱλώτων, Παυσανίῃ τῷ Κλεομβρότου ἐπιτάξαντες ἐξάγειν.
He gave them this advice; and they, taking his words to heart at once, without saying anything to the envoys who had arrived from the cities, sent out while it was still night five thousand of the Spartans, having appointed seven of the helots to attend each of them, and having ordered Pausanias, the son of Cleombrotus, to lead them out.
§9.10.2ἐγίνετο μὲν ἡ ἡγεμονίη Πλειστάρχου τοῦ Λεωνίδεω· ἀλλʼ ὃ μὲν ἦν ἔτι παῖς, ὁ δὲ τούτου ἐπίτροπός τε καὶ ἀνεψιός.
Now the command belonged to Pleistarchus, the son of Leonidas; but he was still a child, and Pausanias was his guardian and cousin.
Κλεόμβροτος γὰρ ὁ Παυσανίεω μὲν πατὴρ Ἀναξανδρίδεω δὲ παῖς οὐκέτι περιῆν, ἀλλʼ ἀπαγαγὼν ἐκ τοῦ Ἰσθμοῦ τὴν στρατιὴν τὴν τὸ τεῖχος δείμασαν μετὰ ταῦτα οὐ πολλὸν χρόνον τινὰ βιοὺς ἀπέθανε.
For Cleombrotus, the father of Pausanias and son of Anaxandrides, was no longer alive, but had died not long after he had led back from the Isthmus the army which had built the wall.
§9.10.3ἀπῆγε δὲ τὴν στρατιὴν ὁ Κλεόμβροτος ἐκ τοῦ Ἰσθμοῦ διὰ τόδε· θυομένῳ οἱ ἐπὶ τῷ Πέρσῃ ὁ ἥλιος ἀμαυρώθη ἐν τῷ οὐρανῷ.
Cleombrotus had led the army away from the Isthmus for this reason: while he was offering sacrifice against the Persian, the sun became darkened in the sky.
προσαιρέεται δὲ ἑωυτῷ Παυσανίης Εὐρυάνακτα τὸν Δωριέος, ἄνδρα οἰκίης ἐόντα τῆς αὐτῆς.
Pausanias chose as his colleague Euryanax, the son of Dorieus, a man of the same family.