§8.82.1ἀπιστεόντων δὲ τούτων ἧκε τριήρης ἀνδρῶν Τηνίων αὐτομολέουσα, τῆς ἦρχε ἀνὴρ Παναίτιος ὁ Σωσιμένεος, ἥ περ δὴ ἔφερε τὴν ἀληθείην πᾶσαν.
While they were still disbelieving, there arrived a trireme of Tenians deserting to them, commanded by a man named Panaetius, son of Sosimenes, which indeed brought the whole truth.
διὰ δὲ τοῦτο τὸ ἔργον ἐνεγράφησαν Τήνιοι ἐν Δελφοῖσι ἐς τὸν τρίποδα ἐν τοῖσι τὸν βάρβαρον κατελοῦσι.
Because of this deed, the Tenians were inscribed at Delphi on the tripod among those who defeated the barbarian.
§8.82.2σὺν δὲ ὦν ταύτῃ τῇ νηὶ τῇ αὐτομολησάσῃ ἐς Σαλαμῖνα καὶ τῇ πρότερον ἐπʼ Ἀρτεμίσιον τῇ Λημνίῃ ἐξεπληροῦτο τὸ ναυτικὸν τοῖσι Ἕλλησι ἐς τὰς ὀγδώκοντα καὶ τριηκοσίας νέας· δύο γὰρ δὴ νεῶν τότε κατέδεε ἐς τὸν ἀριθμόν.
Now, with this ship that had deserted to Salamis and the Lemnian one that had previously done so at Artemisium, the navy was completed for the Greeks to the number of three hundred and eighty ships; for until then it had lacked two ships of that number.