§8.68C.1ἢν δὲ αὐτίκα ἐπειχθῇς ναυμαχῆσαι, δειμαίνω μὴ ὁ ναυτικὸς στρατὸς κακωθεὶς τὸν πεζὸν προσδηλήσηται.
But if you rush to fight a sea-battle immediately, I fear lest the fleet, if defeated, may bring ruin upon the land army as well.
πρὸς δὲ, ὦ βασιλεῦ, καὶ τόδε ἐς θυμὸν βάλευ, ὡς τοῖσι μὲν χρηστοῖσι τῶν ἀνθρώπων κακοὶ δοῦλοι φιλέουσι γίνεσθαι, τοῖσι δὲ κακοῖσι χρηστοί.
Moreover, O King, lay this also to heart, that good men tend to have bad slaves, and bad men good ones.
σοὶ δὲ ἐόντι ἀρίστῳ ἀνδρῶν πάντων κακοὶ δοῦλοι εἰσί, οἳ ἐν συμμάχων λόγῳ λέγονται εἶναι ἐόντες Αἰγύπτιοί τε καὶ Κύπριοι καὶ Κίλικες καὶ Πάμφυλοι, τῶν ὄφελος ἐστὶ οὐδέν.
And to you, who are the best of all men, there belong bad slaves, those who are said to be in the rank of allies, being Egyptians, Cyprians, Cilicians, and Pamphylians, of whom there is no use at all.