§8.62.1σημαίνων δὲ ταῦτα τῷ λόγῳ διέβαινε ἐς Εὐρυβιάδην, λέγων μᾶλλον ἐπεστραμμένα. σὺ εἰ μενέεις αὐτοῦ καὶ μένων ἔσεαι ἀνὴρ ἀγαθός· εἰ δὲ μή, ἀνατρέψεις τὴν Ἑλλάδα· τὸ πᾶν γὰρ ἡμῖν τοῦ πολέμου φέρουσι αἱ νέες.
Indicating this by his speech, he turned to Eurybiades, speaking in a more urgent manner: 'As for you, if you remain here, you will also, by remaining, show yourself a brave man; but if not, you will bring ruin upon Greece; for our ships bear the entire weight of the war for us.
ἀλλʼ ἐμοὶ πείθεο.
So, obey me.
§8.62.2εἰ δὲ ταῦτα μὴ ποιήσῃς, ἡμεῖς μὲν ὡς ἔχομεν ἀναλαβόντες τοὺς οἰκέτας κομιεύμεθα ἐς Σῖριν τὴν ἐν Ἰταλίῃ, ἥ περ ἡμετέρη τε ἐστὶ ἐκ παλαιοῦ ἔτι, καὶ τὰ λόγια λέγει ὑπʼ ἡμέων αὐτὴν δέειν κτισθῆναι· ὑμεῖς δὲ συμμάχων τοιῶνδε μουνωθέντες μεμνήσεσθε τῶν ἐμῶν λόγων.
But if you do not do this, we, just as we are, taking our households with us, will convey ourselves to Siris in Italy, which has been ours since of old, and the oracles state that it must be founded by us; and you, deprived of such allies, will remember my words.'