§8.28.1ταῦτα μέν νυν τὸν πεζὸν ἐργάσαντο τῶν Θεσσαλῶν οἱ Φωκέες πολιορκέοντας ἑωυτούς· ἐσβαλοῦσαν δὲ ἐς τὴν χώρην τὴν ἵππον αὐτῶν ἐλυμήναντο ἀνηκέστως.
These things, then, the Phocians did to the Thessalian infantry who were besieging them; but their cavalry, when they invaded their territory, they ruined incurably.
ἐν γὰρ τῇ ἐσβολῇ ἣ ἐστὶ κατὰ Ὑάμπολιν, ἐν ταύτῃ τάφρον μεγάλην ὀρύξαντες ἀμφορέας κενεοὺς ἐς αὐτὴν κατέθηκαν, χοῦν δὲ ἐπιφορήσαντες καὶ ὁμοιώσαντες τῷ ἄλλῳ χώρῳ ἐδέκοντο τοὺς Θεσσαλοὺς ἐσβάλλοντας.
For in the pass which is near Hyampolis, in that very place they dug a great trench and put empty amphorae into it; and having carried earth over them and made it like the rest of the ground, they awaited the invading Thessalians.
οἳ δὲ ὡς ἀναρπασόμενοι τοὺς Φωκέας φερόμενοι ἐσέπεσον ἐς τοὺς ἀμφορέας.
And they, rushing forward as if to sweep the Phocians away, fell in among the amphorae.
ἐνθαῦτα οἱ ἵπποι τὰ σκέλεα διεφθάρησαν.
There the horses had their legs broken.