§8.16.1ἐνθεῦτεν οἱ Ἕλληνες ἐπανέπλεόν τε καὶ συνέμισγον.
Thence the Greeks sailed forth to meet them and joined battle.
ἐν ταύτῃ τῇ ναυμαχίῃ παραπλήσιοι ἀλλήλοισι ἐγίνοντο.
In this sea-fight they proved themselves a match for each other.
§8.16.2ὁ γὰρ Ξέρξεω στρατὸς ὑπὸ μεγάθεός τε καὶ πλήθεος αὐτὸς ὑπʼ ἑωυτοῦ ἔπιπτε, ταρασσομενέων τε τῶν νεῶν καὶ περιπιπτουσέων περὶ ἀλλήλας· ὅμως μέντοι ἀντεῖχε καὶ οὐκ εἶκε· δεινὸν γὰρ χρῆμα ἐποιεῦντο ὑπὸ νεῶν ὀλιγέων ἐς φυγὴν τρέπεσθαι.
For the fleet of Xerxes, by reason of its size and numbers, fell in ruin upon itself, as the ships became confused and ran foul of one another; nevertheless, they held their ground and did not yield, for they deemed it a terrible thing to be put to flight by so few ships.
§8.16.3πολλαὶ μὲν δὴ τῶν Ἑλλήνων νέες διεφθείροντο πολλοὶ δὲ ἄνδρες, πολλῷ δʼ ἔτι πλεῦνες νέες τε τῶν βαρβάρων καὶ ἄνδρες, οὕτω δὲ ἀγωνιζόμενοι διέστησαν χωρὶς ἑκάτεροι.
Many ships of the Greeks indeed were destroyed, and many men perished, and yet far more ships and men of the barbarians; and having fought in this manner, each of the two sides drew off apart.