§8.14.1οὗτοι μέν νυν περὶ τὰ Κοῖλα τῆς Εὐβοίης διεφθείροντο· οἱ δʼ ἐν Ἀφέτῃσι βάρβαροι, ὥς σφι ἀσμένοισι ἡμέρη ἐπέλαμψε, ἀτρέμας τε εἶχον τὰς νέας καί σφι ἀπεχρᾶτο κακῶς πρήσουσι ἡσυχίην ἄγειν ἐν τῷ παρεόντι.
These men, then, were destroyed around the "Hollows" of Euboea; but the barbarians at Aphetae, when to their joy the day dawned, kept their ships quiet, and since they were in a bad way, it was enough for them to remain inactive for the present.
τοῖσι δε Ἕλλησι ἐπεβοήθεον νέες τρεῖς καὶ πεντήκοντα Ἀττικαί.
Meanwhile, fifty-three Attic ships came to reinforce the Greeks.
§8.14.2αὗταί τε δή σφεας ἐπέρρωσαν ἀπικόμεναι καὶ ἅμα ἀγγελίη ἐλθοῦσα, ὡς τῶν βαρβάρων οἱ περιπλέοντες τὴν Εὔβοιαν πάντες εἴησαν διεφθαρμένοι ὑπὸ τοῦ γενομένου χειμῶνος.
Both the arrival of these ships and, at the same time, the coming of a message that all of the barbarians sailing around Euboea had been destroyed by the storm that had occurred, encouraged them.
φυλάξαντες δὴ τὴν αὐτὴν ὥρην, πλέοντες ἐπέπεσον νηυσὶ Κιλίσσῃσι· ταύτας δὲ διαφθείραντες, ὡς εὐφρόνη ἐγίνετο, ἀπέπλεον ὀπίσω ἐπὶ τὸ Ἀρτεμίσιον.
Waiting for the same hour as before, they sailed out and fell upon some Cilician ships; and having destroyed them, as darkness came on, they sailed back to Artemisium.