§8.115.1ὃ μὲν δὴ δεξάμενος τὸ ῥηθὲν ἀπαλλάσσετο, Ξέρξης δὲ Μαρδόνιον ἐν Θεσσαλίῃ καταλιπὼν αὐτὸς ἐπορεύετο κατὰ τάχος ἐς τὸν Ἑλλήσποντον, καὶ ἀπικνέεται ἐς τὸν πόρον τῆς διαβάσιος ἐν πέντε καὶ τεσσεράκοντα ἡμέρῃσι, ἀπάγων τῆς στρατιῆς οὐδὲν μέρος ὡς εἰπεῖν.
The herald, having received what was said, departed; but Xerxes, leaving Mardonius in Thessaly, himself marched in haste toward the Hellespont, and arrived at the crossing-place in forty-five days, bringing back, so to speak, no part of his army.
§8.115.2ὅκου δὲ πορευόμενοι γινοίατο καὶ κατʼ οὕστινας ἀνθρώπους, τὸν τούτων καρπὸν ἁρπάζοντες ἐσιτέοντο· εἰ δὲ καρπὸν μηδένα εὕροιεν, οἳ δὲ τὴν ποίην τὴν ἐκ τῆς γῆς ἀναφυομένην καὶ τῶν δενδρέων τὸν φλοιὸν περιλέποντες καὶ τὰ φύλλα καταδρέποντες κατήσθιον, ὁμοίως τῶν τε ἡμέρωι καὶ τῶν ἀγρίων, καὶ ἔλειπον οὐδέν· ταῦτα δʼ ἐποίεον ὑπὸ λιμοῦ.
Wherever they came on their march and among whatever people, they seized and fed on their crops; and if they found no crops, they would strip the bark from the trees and pluck the leaves and devour them, along with the grass growing from the earth, treating both cultivated and wild trees alike, and leaving nothing; this they did because of hunger.
§8.115.3ἐπιλαβὼν δὲ λοιμός τε τὸν στρατὸν καὶ δυσεντερίη κατʼ ὁδὸν ἔφθειρε.
Furthermore, plague and dysentery attacked the army on the way and destroyed it.
τοὺς δὲ καὶ νοσέοντας αὐτῶν κατέλειπε, ἐπιτάσσων τῇσι πόλισι, ἵνα ἑκάστοτε γίνοιτο ἐλαύνων, μελεδαίνειν τε καὶ τρέφειν, ἐν Θεσσαλίῃ τε τινὰς καὶ ἐν Σίρι τῆς Παιονίης καὶ ἐν Μακεδονίῃ.
Those of them who were sick Xerxes left behind, ordering the cities through which he happened to be marching at any time to care for and feed them—some in Thessaly, some in Siris of Paeonia, and some in Macedonia.
§8.115.4ἔνθα καὶ τὸ ἱρὸν ἅρμα καταλιπὼν τοῦ Διός, ὅτε ἐπὶ τὴν Ἑλλάδα ἤλαυνε, ἀπιὼν οὐκ ἀπέλαβε, ἀλλὰ δόντες οἱ Παίονες τοῖσι Θρήιξι ἀπαιτέοντος Ξέρξεω ἔφασαν νεμομένας ἁρπασθῆναι ὑπὸ τῶν ἄνω Θρηίκων τῶν περὶ τὰς πηγὰς τοῦ Στρυμόνος οἰκημένων.
There too, having left the sacred chariot of Zeus when he was marching against Greece, he did not recover it on his return; for though the Paeonians had given it to the Thracians, when Xerxes demanded it back, they said that it had been carried off while grazing by the upper Thracians who dwelt around the sources of the Strymon.