§7.9A.1τί δείσαντες;
Fearing what?
κοίην πλήθεος συστροφήν;
What gathering of a multitude?
κοίην δὲ χρημάτων δύναμιν;
Or what power of wealth?
τῶν ἐπιστάμεθα μὲν τὴν μάχην, ἐπιστάμεθα δὲ τὴν δύναμιν ἐοῦσαν ἀσθενέα· ἔχομεν δὲ αὐτῶν παῖδας καταστρεψάμενοι, τούτους οἳ ἐν τῇ ἡμετέρῃ κατοικημένοι Ἴωνές τε καὶ Αἰολέες καὶ Δωριέες καλέονται.
We understand their way of fighting, and we know that their power is weak; and we already hold their children, having subdued them, those who dwell in our territory and are called Ionians, Aeolians, and Dorians.
§7.9A.2ἐπειρήθην δὲ καὶ αὐτὸς ἤδη ἐπελαύνων ἐπὶ τοὺς ἄνδρας τούτους ὑπὸ πατρὸς τοῦ σοῦ κελευσθείς, καί μοι μέχρι Μακεδονίης ἐλάσαντι καὶ ὀλίγον ἀπολιπόντι ἐς αὐτὰς Ἀθήνας ἀπικέσθαι οὐδεὶς ἠντιώθη ἐς μάχην.
I myself also have already made trial of marching against these men, when I was ordered by your father; and though I marched as far as Macedonia and fell only a little short of arriving at Athens itself, no one opposed me in battle.