§7.97.1τοῦ δὲ ναυτικοῦ ἐστρατήγεον Ἀριαβίγνης τε ὁ Δαρείου καὶ Πρηξάσπης ὁ Ἀσπαθίνεω καὶ Μεγάβαζος ὁ Μεγαβάτεω καὶ Ἀχαιμένης ὁ Δαρείου, τῆς μὲν Ἰάδος τε καὶ Καρικῆς στρατιῆς Ἀριαβίγνης ὁ Δαρείου τε παῖς καὶ τῆς Γοβρύεω θυγατρός· Αἰγυπτίων δὲ ἐστρατήγεε Ἀχαιμένης Ξέρξεω ἐὼν ἀπʼ ἀμφοτέρων ἀδελφεός, τῆς δὲ ἄλλης στρατιῆς ἐστρατήγεον οἱ δύο.
The commanders of the fleet were Ariabignes the son of Darius, Prexaspes the son of Aspathines, Megabazus the son of Megabates, and Achaemenes the son of Darius. Of these, Ariabignes, the son of Darius and of the daughter of Gobryas, commanded the Ionian and Carian forces; Achaemenes, who was the brother of Xerxes by both parents, commanded the Egyptians; and the other two commanded the rest of the fleet.
τριηκόντεροι δὲ καὶ πεντηκόντεροι καὶ κέρκουροι καὶ ἱππαγωγὰ πλοῖα μακρὰ συνελθόντα ἐς τὸν ἀριθμὸν ἐφάνη τρισχίλια.
The thirty-rowed galleys, fifty-rowed galleys, light vessels, and long horse-transports, when gathered into the sum total, were found to be three thousand.